Ancient Greek
5.45.4
Joannes Stobaeus Anthologus, Anthologium 5.45.4
Unproofread scanNot analysed yet
Ταυτὰν δὲ τῶν μοιρῶν ἑκάστα πάλιν ἐς τρία τέταχται. τῷ τε γὰρ βουλευτικῷ μέρει τὸ μὲν ἐστὶ προέδρον, τὸ δὲ ἄρχοντικόν, τὸ δὲ κοινοβουλευτικόν· πρόεδρον μὲν τὸ προσυνεδρεύον καὶ [τὸ] προβουλευόμενον περὶ τῶν πραγμάτων καὶ ὑστερὸν ἐπαναφέρον ἐπὶ τὰν βουλήν· ἄρχον- 15 τικὸν δὲ τὸ ἤτοι ἄρχον ἢ γεγενημένον ἄρχοντικόν· κοινοβουλευτικὸν δὲ τὸ ἄλλο πλῆθος, τὸ παραδεχόμενον τὰ προσυνηθευμένα καὶ ἐπιψηφίζομενον καὶ ἐπιχρῶν τὰ ἐπὶ κρίσει. ὡς δ’ ἀπλῶς εἰπεῖν, δεῖ τὸς μὲν προέδρους ἐπὶ τὸ κοινοβουλευτικὸν ἀναφέρειν, τὸ δὲ κοινοβουλευτι- 20 κὸν διὰ τῶν στρατηγῶν ἐπὶ τὰν ἐκκλησίαν. ὡσαύτως δὲ