Ancient Greek
5.46.2
Joannes Stobaeus Anthologus, Anthologium 5.46.2
Unproofread scanNot analysed yet
καὶ τῷ ἐπικούρῳ καὶ [τῷ] δυναμικῷ μέρει τὸ μὲν τί ἐστιν ἀρχοντικόν, τὸ δὲ προμαχαιτικόν, τὸ δὲ λοιπὸν καὶ πλῆθος μέρος ἀγελαιὸν καὶ στρατιωτικόν· ἀρχοντικὸν μὲν ὧν ἐστιν, ἐξ ὧν στρατοπεδάρχαι καὶ ταξιάρχαι καὶ λοχαγοὶ καὶ πρόμαχοι καθίστανται καὶ καθόλου πάντες οἱ ἀγεμονίαν ἔχοντες· προμαχαιτικὸν δὲ τὸ τῶν ἀνδρικωτάτων καὶ θυμικωτάτων καὶ τολμαχωτάτων πᾶν γένος· ἀγελαιὸν δὲ καὶ στρατιωτικὸν τὸ λοιπὸν πλῆθος. τῷ δὲ βαναύσῳ καὶ βιοπονητικῷ τὸ μὲν ἐστὶ γεωπόνον καὶ περὶ τὴν κατεργασίαν τῆς χώρας κατασχολούμενον, τὸ δὲ τεχναιτικόν, ὄργανα καὶ ἐπιμαχανήματα τοῖς τῷ βίῳ πράγμασιν ἐκποριζόμενον· τὸ δὲ μεταβατικὸν καὶ ἐμπορικόν, ὃ τὰ μὲν ἐν τῇ πόλει περιουσιάζοντα ἐπὶ τὰν ξέναν διάγεται, τὰ δὲ ἀπὸ τῆς ξέναις ἐς τὰν πόλιν. τὰ μὲν οὖν συστήματα τῆς πολιτικῆς κοινωνίας διὰ τοσούτων καὶ τοιούτων μερῶν συντέτακται· ἔπειτα δὲ καὶ περὶ ἀρμογὰς καὶ ἐνώσιος αὐτῶν ὀφτέον.