Ancient Greek
5.85.1
Joannes Stobaeus Anthologus, Anthologium 5.85.1
Unproofread scanNot analysed yet
ἐλάττους περὶ τοὺς βαρβάρους ἢ τοὺς Ἕλληνας. Πολλαὶ γοῦν καὶ ἄτοποι, ἔφη, λέγονται. Οἶσθ’ οὖν, ἦν δ’ ἐγώ, ὅτι καὶ ἀνθρώπων εἴδη τοσαῦτα ἀνάγκη τρόπων εἶναι, ὅσπερ καὶ πολιτειῶν; ἢ οἶει ἐκ δρυὸς ποθὲν ἢ ἐκ πέτρας τὰς πολιτείας γίγνεσθαι, ἀλλ’ οὐχὶ ἐκ τῶν ἡθῶν τῶν ἐν ταῖς πόλεσιν, ὡς ὥσπερ φάντα τὰ ἄλλα ἐφελκύσθαι; Οὐδαμῶς ἐγώ, ἔφη, ἄλλοθεν ἢ ἐντεῦθεν. Οὐκοῦν εἰ τὰ τῶν πόλεων πέντε, καὶ αἱ τῶν ἰδιωτῶν κατασκευαὶ τῆς ψυχῆς πέντε ἂν εἶεν. Τί μήν;