Ancient Greek
5.85.3 to 5.85.4
Joannes Stobaeus Anthologus, Anthologium 5.85.3-4
Unproofread scanNot analysed yet
Ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει. Εἰκὸς γάρ. Εἰκῶς τοίνυν, εἶπον, οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται ἢ ἐκ δημοκρατίας. 119 (117 Mein.) Τοῦ αὐτοῦ Πολιτείας Θ’ (p. 576D—E). Μὴ ἐκπληττώμεθα πρὸς τὸν τύραννον ἕνα ὄντα βλέποντες, μὴδ’ εἴ τινες ὀλίγοι περὶ ἐκεῖνον, ἀλλ’ ὡς χρὴ ὅλην τὴν πόλιν εἰσελθόντας θεάσασθαι, καταδύντες εἰς ἅπασαν καὶ ἰδόντες, οὕτω δόξαν ἀποφαινώμεθα. Ἄλλ’ ὀρθῶς, ἔφη, προκαλῇ· καὶ δῆλον παντὶ ὅτι τυραννουμένης μὲν οὐκ ἔστιν ἀθλιωτέρα, βασιλευομένης δὲ οὐκ εὐδαιμονεστέρα.