Ancient Greek
5.87.1
Joannes Stobaeus Anthologus, Anthologium 5.87.1
Unproofread scanNot analysed yet
τοιούτοι παντάπασιν, οἷους αὐτοὺς ἡμεῖς ἤρτι διεληλύθαμεν. —Ἐμοὶ γοῦν δή καὶ ταῦδε οὕτως ταῦτα συνδοκεῖ. —Οὐκοῦν εἴπομεν, ὅτι γενεαὶ διαβιοῦσαι πολλαὶ τοῦτον τὸν τρόπον τῶν πρὸ κατακλυσμοῦ γεγονότων καὶ τῶν νῦν 5 ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι πρὸς τε τὰς ἄλλας μέλλουσιν εἶναι τέχνας καὶ πρὸς τὰς πολεμικάς, ὅσαι τε πεζαὶ καὶ ὅσαι κατὰ θάλατταν γίγνονται τὰ νῦν, καὶ ὅσαι δὲ κατὰ πόλιν μόνον αὐτοῦ, δίκαι καὶ στάσεις λεγόμεναι, λόγοις ἔργοις τε μεμηχανημέναι πάσας μηχανὰς εἰς 10 τὸ κακοῦργεῖν τε ἀλλήλους καὶ ἀδικεῖν, εὐηθέστεροι δὲ καὶ ἀνδρειότεροι καὶ ἅμα σωφρονέστεροι καὶ ξύμπαντα δικαιότεροι; τὸ δὲ τούτων αἴτιον ἤδη διεληλύθαμεν. —Ὀρθῶς λέγεις. —Δελέχθω δή ταῦτα ἡμῖν καὶ τὰ τούτοις συνεπόμενα ἐπὶ πάντα εἰρήσθω τοῦδ’ ἕνεκα, ἵνα νοή- 15 σωμεν, τοῖς τότε νόμοις τίς ποτ’ ἦν χρεία καὶ τίς ἦν ὁ νομοθέτης αὐτοῖς. —Καὶ καλῶς γε εἴρηκας. —Ἄρ’ οὖν ἐκεῖνοι μὲν οὔτε ἔδεοντο νομοθετῶν οὔτε πῶ ἐφίλει κατὰ τούτους τοὺς χρόνους γίγνεσθαι τὸ τοιούτον; οὐδὲ γὰρ γράμματα ἐστι πῶ τοῖς ἐν τούτῳ τῷ μέρει τῆς περιόδου 20 γεγονόσιν, ἀλλ’ ἔθessi καὶ τοῖς λεγομένοις πατρίοις νόμοις ἐπόμενοι ζῶσιν. —Εἰκὸς γοῦν. —Πολιτείας δὲ γε ἤδη καὶ τρόπος ἐστὶν τις οὕτος. —Τίς; —Δοκοῦσί μοι πάντες τὴν ἐν τούτῳ τῷ χρόνῳ πολιτείαν δυναστείαν καλεῖν, ἥ καὶ νῦν ἔτι πολλαχοῦ καὶ ἐν Ἑλλήσι καὶ κατὰ 25 βαρβάρους ἐστίν· λέγει δ’ αὐτὴν πού καὶ Ὅμηρος γεγονέναι περὶ τὴν τῶν Κυκλώπων οἴκησιν, εἰπὼν τοιούτων δ’ οὔτ’ ἀγοραὶ βουλευφόροι οὔτε θέμιστες, ἀλλ’ οἱ γ’ ὑψηλῶν ὀρέων ναίουσι κάρανα ἐν σπέεσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος 30 παίδων ἢδ’ ἀλόχων, οὔδ’ ἀλλήλων ἀλέγουσιν.