Ancient Greek
5.86.2
Joannes Stobaeus Anthologus, Anthologium 5.86.2
Unproofread scanNot analysed yet
121 (119 Mein.) Πλάτωνος Νόμων γ' (p. 679 B—680 C). Ἡμὸς δ' ἂν ποτε ξυνοικία μήτε πλοῦτος ξυνοικῇ μήτε πενία, σχεδὸν ἐν ταύτῃ γενναϊότατα ἥδη γίγνοιτ' ἂν· οὔτε γὰρ ὕβρις οὔτ' ἀδikia, ζηλοὶ τε αὐ καὶ φθόνοι οὐκ ἐγγίγνονται. ἀγαθοὶ μὲν οὖν διὰ ταῦτά τε ἦσαν καὶ διὰ τὴν λεγομένην εὐήθειαν· ἂ γὰρ ἤκουον καλὰ καὶ αἰσχρά, εὐήθεις ὄντες ἠγούντο ἀληθέστατα λέγεσθαι καὶ ἐπεῖδοντο. ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς ἠπίστατο διὰ σοφίαν, ὡσπερ τὰ νῦν, ἀλλὰ περὶ θεῶν τε καὶ ἀνθρώπων τὰ λεγόμενα ἀληθῆ νομίζοντες ἐζῶν κατὰ ταῦτα· διόπερ ἦσαν