Ancient Greek
6.71.1 to 6.72.4
Joannes Stobaeus Anthologus, Anthologium 6.71.1-6.72.4
Unproofread scanNot analysed yet
νεῖν· οὕτως οὖν καὶ ἐπὶ τῶν φίλων ἐξέταζε οὐ πόθεν εἰσίν, ἀλλὰ τίνες. 14 Σωστράτου. Σάστρατος ὁ αὐλητὴς ὀνειδιζόμενος ὑπὸ τινος ἐπὶ τῷ γονέων ἀσήμων εἶναι εἶπε ‘καὶ μὴν διὰ τοῦτο ὤφειλον μᾶλλον θαυμάζεσθαι, ὅτι ἀπ’ ἐμοῦ τὸ γένος ἀρχεται’. 15 Ἰππικράτους. Ἰππικράτης ὀνειδιζόμενος εἰς δυσγένειαν ‘ἐγὼ ἀξῶ’ εἶπε ‘τοῦ γένους’. 16 Ἀναχάρσιδος. Ἀνάχαρσις ὀνειδιζόμενος ὑπὸ τινος ὅτι Σκύθης ἐστιν εἶπε ‘τῷ γένει, ἀλλ’ οὐ τῷ τρόπῳ’. 17 Ἐκ τῆς Φαλάριδος Ἀξιώχῳ ἐπιστολῆς (p. 444 Herch.) . Σεμύνεσθαι μὲν ὥσπερ ἄλλῳ τινὶ τῶν καλῶν ἐπ’ εὐ-γενείᾳ οὐκ ἀπεικὸς ἐστιν. ἐγὼ δὲ μίαν εὐγένειαν ἀρετὴν οἶδα, τὰ δὲ ἄλλα πάντα τύχην. καὶ γένοιτ’ ἂν ὁ μὲν ἐκ φαιλῶν ἀγαθὸς καὶ βασιλέων καὶ πάντων εὐγενέστερος, ὁ δὲ ἐξ ἀγαθῶν φαῦλος αὐτὸς τε αὐτοῦ καὶ τῶν ταπεινοτάτων δυσγενέστερος. ὥστε ψυχῆς ἔπαινον αὐχεῖ, μὴ προγόνων τεθνηκυίαν εἰς ἀδοξοτέρους εὐγένειαν. Κτηνέων μὲν εὐγένεια ἢ τοῦ σκήνους εὐθένεια, ἀνθρώπων δὲ ἢ τοῦ ἡθους εὐτροφία. 19 Λιογένοῦς. Πυνθανομένου τινὸς τίνες τῶν ἀνθρώπων εὐγενέστατοι, ‘οὶ καταφρονοῦντες’ εἶπε ‘πλοῦτον, δόξης, ἡδονῆς, ζωῆς, τῶν δὲ ἐναντίων ὑπεράνω ὄντες πενίας, ἀδοξίας, πόνου, θανάτου’.