Ancient Greek
6.72.7
Joannes Stobaeus Anthologus, Anthologium 6.72.7
Unproofread scanNot analysed yet
20 Σωκράτους. Σωκράτης ἐρωτηθεὶς τί εὐγένεια, ‘εὐκρασία’ ἔφη ‘ψυχῆς καὶ σώματος’. 21 Πλουτάρχου ἐκ τοῦ Κατὰ εὐγενείας. Τί γὰρ ἄλλο νομίζομεν εἶναι τὴν εὐγένειαν, εἰ μὴ παλαιὸν πλοῦτον ἢ παλαιὰν δόξαν, οὔτετερον ἐφ’ ἡμῖν ὄν, ἀλλὰ τὰ μὲν τύχης ἀδήλου τὰ δ’ ἀχρασίας χάριν ἀνθρωπίνης; ὥστ’ ἐκ δυνεῖν ἀλλοτρίων χρήματαί τὸ πεφρημένον ὄνομα ἡ εὐγένεια. καὶ ὁ πλοῦτος μὲν οὐχ ὁμοίους αὐτῷ τοὺς γεννηθέντας ποιεῖ, ἀλλ’ ὁ ἐξ ἀρετῆς γεννηθεὶς εἰκονίζεται, τῶν ἐπὶ τῆς ψυχῆς δικαίων εἰς τοὺς ἐκγόνους διαχεομένων· καὶ τοῦτ’ ἐστιν ἡ ὄντως εὐγένεια, ὁμοίωσις δικαιοσύνης.