Ancient Greek
6.73.2
Joannes Stobaeus Anthologus, Anthologium 6.73.2
Unproofread scanNot analysed yet
22 Ἐν τούτῳ. Ἄρ’ οὖν εὐγενέστερος ἢν ὁ Μίδου πλοῦτος τῆς Ἀριστείδου πενίας; καίτοι ὁ μὲν οὐδ’ ἐντάφια καταλιπών, τῇ δὲ Φρυγὶ πάντ’ ἂν ἐδύνατο εἶναι τάφος. ἀλλ’ οὐχ ἐν πλουσίῳ τὸ εὐγενές. πυρὸς ἔχει τινὰ τρόπον πᾶσα πονηρία. ἀμφότερα χωρὶς τροφῆς ἀφανίζεται σβεννύμενα. ἡ δὲ Σωκράτους ἀδοξία, μαίας καὶ ἐξμογλύφου πατρός, οὐχ ἢν εὐγενεστέρα τῆς Σαρδαναπάλλου δόξης; μὴ σύ γε νομίζεις ὅτι Ξέρξης εὐγενέστερος ἢν Κυνεγείρου; καίτοι ὁ μὲν ὑπὲρ τῆς ἰδίας πατρίδος ἀπεκόπη τὴν χεῖρα, ὁ δ’ ὑπὲρ τοῦ ζῆν ἔφυγεν, ἀντὶ τῆς μεγάλης βασιλείας μεγάλην περικείμενος δειλίαν.