Ancient Greek
6.75.2
Joannes Stobaeus Anthologus, Anthologium 6.75.2
Unproofread scanNot analysed yet
10 τὴν μὲν εὐγένειαν αἰνοῦσιν βροτοί, μᾶλλον δὲ κηδεύουσι τοῖσι πλουσίοις. ἢ πρὸς Λιὸς οὐχ αἱρετώτερος ὁ πλουτῶν αὐτὸς ἢ οὗ ὁ πρόπαππος ἢ τῶν προγόνων τις πλούσιος ἦν, αὐτὸς δὲ πένης; Πῶς γὰρ οὖ, εἶπε. Καὶ δεοὶ δ’ ἂν κηδεύειν τοῖς πλουσίοις μᾶλλον ἢ τοῖς εὐγενέσιν· εὐγενεῖς γὰρ οἱ πάλαι, κρείττους δὲ οἱ νῦν. οὐκοὐν ὁμοίως κἂν τις ὑπολαμβάνῃ οὐ τοὺς εὐγενεῖς εἶναι τοὺς ἐκ πάλαι πλουσίων ἀλλὰ τοὺς ἐξ ἀγαθῶν πάλαι; κρείττων γὰρ ἂν δόξειεν ἀρχαίας ἀρετῆς πρόσφατος, καὶ μετέχειν μᾶλλον ἑκάστον πατρὸς ἢ προπάππου· αἱρετώτερον δ’ αὐτὸν εἶναι σπουδαῖον, ἀλλ’ οὐ τὸν πρόπαππον ἢ τινὰ τῶν ἄλλων προγόνων.