Ancient Greek
6.76.1
Joannes Stobaeus Anthologus, Anthologium 6.76.1
Unproofread scanNot analysed yet
Ὀρθῶς, ἔφη, λέγεις. Ἄρ' οὖν οὐχ ἐπεὶ ἐν μηδετέρῳ τούτων ὁρῶμεν τὴν εὐγένειαν, σκεπτέον ἄλλον τρόπον; Τίνα τοῦτον; †ἐνίοτε Σκεπτέον δή, ἔφη. Τὸ εὖ σημαίνει τι δήπου τῶν ἐπαινετῶν καὶ σπουδαίων, οἷον τὸ `εὐπρόσωπον` καὶ τὸ `εὐόφθαλμον`. ἀγαθὸν γὰρ τι ἢ καλὸν σημαίνει κατὰ τοῦτον τὸν λόγον. Πάνυ γ', εἶπεν. Οὐκοῦν εὐπρόσωπον μὲν ἐστι τὸ ἔχον ἀρετὴν πρόσωπον, εὐόφθαλμον δὲ τὸ ὀφθαλμοῦ ἀρετήν; Οὕτως, εἶπεν. Ἀλλὰ μὴν ἐστὶ γένος τὸ μὲν σπουδαῖον, τὸ δὲ φαῦλον ἀλλ' οὐ σπουδαῖον. Πάνυ γ', εἶπεν. Σπουδαῖον δὲ γέ φαμεν ἕκαστον κατὰ τὴν αὑτοῦ ἀρετὴν εἶναι, ὥστε καὶ γένος σπουδαῖον ὡσαύτως. Οὕτως, εἶπε. Δῆλον ἄρ', ἔφη, ὅτι ἐστιν ἡ εὐγένεια ἀρετὴ γένους.