Ancient Greek
6.76.2
Joannes Stobaeus Anthologus, Anthologium 6.76.2
Unproofread scanNot analysed yet
26 Πλάτωνος ἐκ τοῦ Ἀλκιβιάδου α' (p. 120 D—122 A). Πότερον εἰκὸς ἀμείνους γίγνεσθαι φύσεις ἐν γενναίοις γένεσιν ἢ μή; —Δῆλον ὅτι ἐν γενναίοις. —Οὐκοῦν τοὺς ἐξ φύντας, ἣν καὶ ἐξ τραφῶσιν, οὕτω τελέους γίγνεσθαι πρὸς ἀρετήν; —Ἀνάγκη. —Σκεψώμεθα δή, τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτιθέντες, πρῶτον μὲν εἰ δοκοῦσι φαυλοτέρων γενῶν εἶναι οἱ Μακεδαμονίων καὶ Περσῶν βασιλεῖς. ἢ οὐχ ἴσμεν ὡς οἱ μὲν Ἡρακλέους, οἱ δ' Ἀχαιμένους ἐκγονοί, τὸ δὲ Ἡρακλέους γένος καὶ τὸ Ἀχαμένους εἰς Περσέα τὸν Διὸς ἀναφέρεται; —Καὶ γὰρ τὸ ἡμέτερον,