Ancient Greek
Page 483
Joannes Theol., Narratio 483
Not analysed yet
δι' οὗ σοι προστεθήσεται ζωῆς μῆκος καὶ διαμείνῃς χρόνους τριάκοντα ἐν τῇδέ σου ἀρχῇ, εἴγε εἰς ἔργον ἀγάγῃς τοὺς λόγους μου." ὁ δὲ ἄφρων ἐκεῖνος τύραννος, ὁ κεπφωθεὶς τὸν νοῦν ἐφέσει μακροβιώσεως (ἦν γὰρ φιλοτρυφητὴς καὶ ἀκόλαστος), ἀπεκρίνατο ὅτι γε ὅσα ἂν ὑποθῇς μοι, ἑτοίμως ποιῶ· καὶ ἐὰν τύχω πρακτέου, μεγίσταις ἀμείψομαι τιμαῖς. ὁ δὲ φαρμακόμαντις Ἑβραῖός φησι πρὸς αὐτόν "κέλευσον εὐθέως πάσης ἄτερ ἀναβολῆς καὶ ὑπερθέσεως γράψαι κατὰ πᾶσάν σου τὴν ἀρχὴν ἐγκύκλιον τὴν ἐπιστολήν, ὥστε πᾶσαν εἰκονικὴν διαζωγράφησιν, εἴτε ἐν σανίσιν εἴτε διὰ μουσείων ἐν τοίχοις εἴτε ἐν σκεύεσιν ἱεροῖς καὶ ἐνδυταῖς θυσιαστηρίων καὶ ὅσα τοιαῦτα εὑρίσκεται, ἐν πάσαις ταῖς τῶν Χριστιανῶν ἐκκλησίαις ἀφανίσαι καὶ τελέως καταλῦσαι, οὐ μὴν ἀλλὰ καὶ ὅσα ἐν ταῖς ἀγοραῖς τῶν πόλεων κατὰ κόσμον εἰσὶ καὶ εὐπρέπειαν οἱᾳδήποτε ὁμοιότητι." σατανικῷ δὲ κακουργήματι κινούμενος ὁ ψευδόμαντις προσέθηκε, πᾶν ὁμοίωμα ἂν ὑφόρατον, δεῖξαι τὴν πρὸς ἡμᾶς ἔχθραν μηχανώμενος. (3) ὁ δὲ ἀλιτήριος τύραννος τούτῳ κουφότητι πεισθείς, ἀποστείλας καθεῖλεν ἀπὸ πάσης ἐπαρχίας τῆς ὑπ' αὐτὸν τὰς ἁγίας εἰκόνας καὶ λοιπὰ ὁμοιώματα, καὶ τούτῳ τῷ τρόπῳ ἀπεκόσμησε τὰς ἐκκλησίας τοῦ θεοῦ διὰ τοῦ φαρμακοῦ Ἑβραίου ἀφειδῶς, τὰς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ, πρὸ τοῦ φθάσαι ἐν τῇ γῇ ταύτῃ τὸ κακόν. φεύγοντας δὲ τοὺς θεοφιλεστάτους Χριστιανοὺς τοῦ μὴ ταῖς οἰκείαις χερσὶ καταστρέψαι τὰς ἁγίας εἰκόνας, Ἑβραίους θεοστυγεῖς καὶ