Ancient Greek
Page 484
Joannes Theol., Narratio 484
Not analysed yet
οἰκτροὺς Ἄραβας ἠγγάρευον οἱ εἰς τοῦτο ἀποσταλέντες Ἀμηραῖοι, καὶ οὕτως ἔκαιον τὰς σεπτὰς εἰκόνας, καὶ τοὺς οἴκους τῶν ἐκκλησιῶν πῇ μὲν κατέχριον πῇ δὲ κατέξεον. 4. Τούτων ἀκηκοὼς ὁ ψευδεπίσκοπος Νακολίας καὶ οἱ κατ' αὐτὸν ἐμιμήσαντο τοὺς παρανόμους Ἰουδαίους καὶ τοὺς ἀσεβεῖς Ἄραβας, καὶ ἐνύβρισαν τὰς ἐκκλησίας τοῦ θεοῦ. 5. Ἄξιον δὲ κρίνω τὰς ἱερὰς ὑμῶν ἀκοὰς καὶ οἷον ἐδέξατο τέλος ὁ δείλαιος ἐκεῖνος καὶ φαρμακὸς Ἑβραῖος. ὡς γὰρ τοῦτο δράσας ὁ πρωτοσύμβουλος Ἔζιδος οὐ πλείω τῶν δύο ἥμισυ χρόνων βιώσας ἀπέθανε, ἀπῆλθεν εἰς τὸ αἰώνιον πῦρ, καὶ αἱ μὲν εἰκόνες ἐν τῇ ἀρχαίᾳ ἱδρύσει καὶ τιμῇ κατέστησαν, ὁ δὲ τούτου υἱός, Οὔλιδος τοὔνομα, ἀγανακτήσας ὡς φονέα τοῦ ἰδίου πατρὸς τὸν φαρμακὸν αἰσχίστῳ θανάτῳ ἀναιρεθῆναι ἐκέλευσεν, ἄξια τὰ ἐπίχειρα τῆς ψευδομαντείας αὐτοῦ κομισάμενον.