Ancient Greek · ~5 min
Book 1
Joannes Zonaras, Argumenta 1.24
Not analysed yet
Ὅτι Σαμψὼν ἰσχὺν σημαίνει. ὅπως ἐγεννήθη Σαμψών. ὅτι Ναξοραῖος 2) ὁ ἀφωρισμένος θεῷ. ὅτι ὁ πατὴρ Σαμψὼν Μανωὲ ἐζήτει μαθεῖν τοῦ προσομιλοῦντος ἀγγέλου τὸ ὄνομα. ὁ δὲ θαυμαστὸν εἶπεν εἶναι τοῦτο, καὶ ἐσιώπησεν. 3) ὅτι θείῳ πυρὶ κατεκαύθη ἡ θυσία Μανωέ. ὅπως ἠράσθη ὁ Σαμψὼν γυναικὸς ἀλλοφύλου. καὶ ὅπως ἀναιρεῖ τὸν λέοντα, καὶ εὑρίσκει σμῆνος μελισσῶν ἐν τῷ στό- ματι αὐτοῦ. καὶ ὅτι τὰ περὶ τούτου πρόβλημα ἔθετο· καὶ ὅπως τοῦτο τῇ γυναικὶ ἐξηγήσατο αἰτησαμένη σὺν δάκρυσι. ὅτι διὰ τὸ τὴν γυναῖκα ἑτέρῳ συζυ- γῆναι ὠργίσθη Σαμψών, καὶ λαβὼν ἀλώπεκας τρια- κοσίας λαμπάδας ἡμμένας ταῖς ἐκείνων οὐραῖς προσ- έδησε, καὶ οὕτω τὰ τῶν Παλαιστηνῶν4) κατέκαυσε λήια. οἶ δὲ κατέκαυσαν τὴν γυναῖκα. ὅτι ἑκὼν ἑαυτὸν δεδεμένον τοῖς ἀλλοφύλοις παρέδωκεν ὁ Σαμψών. ὁ δὲ διὰ σιαγόνος ὄνου ἀπέκτεινε πολλούς, ὅθεν καὶ Σιαγόνα τὸν τόπον ἐκάλεσαν. ὅπως ἀπὸ τῆς σιαγόνος ἔπιε Σαμψών. ὅπως τὰς πύλας σὺν ταῖς παραστάσι μετέθετο Σαμψών. ὅτι ἠπάτησε Σαμψὼν ἡ Δαλιεά. καὶ μαθοῦσα τὴν ἀπὸ τῆς τριχὸς ἰσχὺν ἐκκόπτει τὴν τρίχα· καὶ αὐτοῦ ἀσθενήσαντος ἐκκόπτουσιν αὐτοῦ τοὺς ὀφθαλμοὺς οἶ ἐχθροί. ὅπως τῆς κόμης αὐξομένης καὶ ἡ ἰσχὺς ηὐξάνετο τοῦ Σαμψών. καὶ ὅπως τοὺς κίονας κατέσεισε καὶ τὴν οἰκίαν ἔρριψε καθ’ ἑαυτοῦ καὶ πάντας ἀπ’ ἔκτεινε σὺν ἑαυτὼ.