Ancient Greek · ~3 min
Book 1
Joannes Zonaras, Argumenta 1.25
Not analysed yet
Ὅτι μετὰ τὸν Σαμψὼν οὐκέτι κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιερεὺς Ἠλεί. περὶ τῆς Νοεμὶν καὶ τῆς Ὀρφὰ καὶ τῆς Ῥούθ. ὅπως ἡ Νοεμὶν εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην. ὅπως ὁ βοὸς τὴν Ῥοὺθ εἰσ- αγαγὼν εἰς τὴν γερουσίαν καὶ τὸν συγγενῆ ἤρετο εἰ ταύτην βούλεται ἀγαγεῖν. τοῦ δὲ παραιτησαμένου, λαμβάνει αὐτήν, καὶ ὅτι κατὰ τὸν νόμον γέγονε τὰ σημεῖα τῆς παραιτήσεως. ὅτι Ὠβὴδ 1) δουλεύων ἑρμηνεύεται. περὶ Σαμουήλ. ὅτι ὁ Ἠλεὶ προεῖπε τῇ Ἄννῃ τὴν τοῦ Σαμουὴλ γέννησιν. ὅτι προσήχθη τῷ Ἤλει μετὰ τὸ γεννηθῆναι Σαμουὴλ. ὅτι κοιμώμενον τὸν Σαμουὴλ ἐκάλεσεν ὁ θεός. πρόρρησις διὰ τοῦ Σαμουὴλ τῶν ἐσομένων τοῖς Ἰσραηλίταις καὶ τοῖς παισὶ τοῦ Ἠλεὶ συμφορῶν.