Ancient Greek · ~2 min
Book 10
Joannes Zonaras, Argumenta 10.22
Not analysed yet
Οἶα ἐν Ἀσίᾳ ὁ Ἀντώνιος ἔπραξε, καὶ ὅπως ἐδουλώθη 2) τῆς Κλεοπάτρας τῷ ἔρωτι. περὶ Λαβιηνοῦ 3) καὶ Πακόρου. ὅτι ἐπολεμώθη τῷ Καίσαρι ὁ Ἀντώνιος διὰ τὴν Φουλβίαν, καὶ ὅτι ἐκείνης θανούσης ἐσπείσαντο. ὅτι κοινῶς μαχέσασθαι τῷ Σέξτῳ συνέθεντο ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος. ὅτι ἐστασίαζον οἱ ἐν τῇ Ῥώμῃ διὰ τὸν λιμὸν καὶ ᾔτουν τῷ Σέξτῳ σπείσασθαι, καὶ ἐφ’ αἷς συνθήκαις ἐσπείσαντο. ὅτι εἱστίασεν ὁ Σέξτος τὸν Ἀντώνιον καὶ τὸν Καίσαρα ἐν τῇ νηὶ αὐτοῦ, καὶ δυνάμενος αὐτοὺς κατασχεῖν οὐκ ἠθέλησε.