Ancient Greek · ~2 min
Book 2
Joannes Zonaras, Argumenta 2.18
Not analysed yet
ὅτι προεῖπε τῷ Ἰωρὰμ ὁ προφήτης τὰ ἐσόμενα τούτῳ κακὰ διὰ τὴν ἀσέβειαν αὐτοῦ. ὅτι διὰ τοῦ μαθητοῦ τοῦ προφήτου ἐχρίσθη εἰς βασιλέα Ἰηού, ἕνα τὸ γένος Ἀχαὰβ ἀπολέσῃ. ὅτι βέλει κτείνει τὸν Ἰωρὰμ Ἰηοῦς, καὶ ἔπεσεν ὁ νεκρὸς εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρόν, καθὼς προεῖπεν Ἠλιού. ὅτι καὶ Ἰεξάβελ ἄνωθεν ῥιφεῖσα τέθνηκε, καὶ διεσπάσθη τὸ σῶμα αὐτῆς ὑπὸ κυνῶν. ὅτι οἱ παῖδες Ἀχαὰβ πάντες ἀπετμήθησαν καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ. ὅπως οἱ ἱερεῖς καὶ οἶ προφῆται τοῦ Ἀχαὰβ πάντες ἀνῃρέθησαν καὶ ὁ οἶκος τοῦ Βαὰλ ἐκαύθη καὶ ἡ στήλη αὐτοῦ.