Ancient Greek · ~2 min
Book 2
Joannes Zonaras, Argumenta 2.19
Not analysed yet
Ὅτι διὰ τὸν ἀφανισμὸν τοῦ γένους Ἀχαὰβ ἐπηγγείλατο ὁ θεὸς μακρὰν τὴν βασιλείαν τῷ γένει τοῦ Ἰηοῦς. καὶ ὅτι ἡ Γοθολία ἀνεῖλε πάντας τοὺς τοῦ γένους Δαβὶδ πλὴν ἑνός. ὅπως ὁ περιλειφθεὶς τοῦ γένους Δαβὶδ ἀνηγορεύθη βασιλεύς. ὅπως ἀνῃρέθη ἡ Γοθολία. ὅτι ἑπταετὴς ἦν ὁ ἐκ γένους Δαβὶδ τότε βασιλεύσας. περὶ τοῦ κιβωτίου, οὗ τὸ πῶμα 1) τετρημένον ἦν, καὶ ἐνέβαλε διὰ τῆς ὀπῆς ἕκαστος κατὰ δύναμιν εἰς τὸν ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι ἑκατὸν τριάκοντα ἔτη ἐβίω Ἰωδαέ. ὅτι ὁ υἱὸς Ὶωδαὲ Ζαχαρίας ἐλέγχων τὸν βασιλέα ἀνῄ- ρητο. 2)