Ancient Greek · ~14 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.15.1
Not analysed yet
Εκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ὄρος Σινὰ, καὶ ἔθυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. ὅπου καὶ Ῥαγουὴλ ὁ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεασάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν ὄχλῳ πραγμάτων ὄντα, πάντων ἐπ’ αὐτὸν βαδιζόντων, συνεβούλευε τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους ἄρχοντας ἀποδεικνύειν, εἶτα κατὰ χιλίους, καὶ κατὰ πεντακοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρχους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ εἴκοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ Ῥαγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. εἶτα πλησίον μετασκηνῶσαι τοῦ ὄρους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ὄρος ἀνῄει· καὶ ὁ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην ἔωθεν νεφέλη περιεκύκλου τὸ τῶν Ἑβραίων στρατόπεδον, ἀστραπαί τε ἦσαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, ἃ τοὺς Ἑβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπιφαίνεται δὲ Μωυσῆς ἔμπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν ἃ ὁ θεὸς ἐνετείλατο καὶ ὅσα φυλάξουσι νόμιμα, καὶ προσάγει τόν λαὸν ἄμα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν του θεοῦ. καὶ ἤκουον φωνῆς ὑψόθεν γινομένης. εἶτ’ αὖθις ἄνεισιν εἰς τό ὄρος· καὶ χρονίσαντος ἐκεῖ ὁ λαὸς ἠθροίσθη πρὸς Ἀαρὼν λέγων ‘‘ποίησον ἡμῖν θεούς· ὁ γὰρ Μωυσῆς οὐκ οἴδαμεν τί γέγονεν.” Ἀαρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν ἕκαστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ὃν αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσήγαγον, καὶ δι’ αὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ ἔθυσαν αὐτῷ. Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ὄρους καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπ’ ἀμφοτέρων τῶν μερῶν, ὡς ἤγγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς ὕδωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολλούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμηθῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ὄρος λέγων κύριε, ἡμάρτηκεν ὁ λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου. καὶ εἶπεν αὐτῷ κύριος “κατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι.” καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰτήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αὖθις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύνατο ἀτενίσαι αὐτῷ ὁ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν ὄψιν αὐτοῦ, καὶ οὕτως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς ἁ ἐνετείλατο ὁ θεὸς περί τε θυσιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ καθαρῶν, ὥστε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφεσθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οἵας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντηκοστοῦ, ὃν ἰωβηλαῖον καλοῦσι· καὶ ὅτι ἐπέταξεν ὁ θεὸς σκηνὴν γενέσθαι εἰς ἣν ἂν παραγίνοιτο συνε- παγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκηνῆς ἔδειξεν αὐτῷ καὶ σχῆμα καθ’ ὁ ἂν κατασκευασθείη. ὁ δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ χαλκὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ἔρια. ἀρχιτέκτονας δ’ ἐφίστησι τῆς σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν τὸν Βεσελεὴλ καὶ τὸν Ἐλιφάτζ.