Ancient Greek · ~22 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.12.1
Not analysed yet
Ὁ μὲν οὖν Γάιος Ἰούλιος Καῖσαρ οὕτως ὑπὸ φιλοτιμίας καὶ φιλαρχίας ἀπώλετο. οἷ γὰρ θωπεύοντες αὐτὸν τὸ φιλόπρωτον αὐτοῦ καὶ φιλόδοξον κατανοοῦντες οὐκ ἐπαύοντο ἄλλα ἐπ’ ἄλλοις αὐτῷ ψηφιζόμενοι. ἦσαν δὲ τοιαῦτα τὰ ψηφιζόμενα, τὴν ἐπινίκιον στολὴν ἀεὶ φορεῖν, καὶ ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθέζεσθαι, τοῖς τε ῥαβδούχοις δαφνηφοροῦσιν ἀεὶ κεχρῆσθαι, πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπονομάζεσθαι, καὶ ἐς τὸ νόμισμα ἐγχαράττεσθαι, δημοσίᾳ τε ἑορτάζειν αὐτοῦ τὰ γενέθλια, ἐν τοῖς ναοῖς τε τῆς Ῥώμης καὶ ἐν πάσαις ταῖς πόλεσιν ἀνδριάντας αὐτοῦ ἑστάσθαι. ἐπὶ δέ γε τοῦ βήματος δύο αὐτοῦ ἀνδριάντας ἱδρύσαντο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος, τὸν δ’ ὡς ἐκ πολιορκίας ῥυσαμένου τὴν πόλιν· ἐστεφάνωντο δὲ καὶ ἄμφω στεφάνοις τοῖς ἐπὶ τοιούτοις νενομισμένοις. βουλευτήριόν τε καινὸν οἰκοδομηθῆναι ἐπέταξαν, ἵν Ἰουλιανὸν B ἐπὶ τῶ αὐτοῦ κληθείη ὀνόματι. τιμητήν τε καὶ διὰ βίου καὶ μόνον αὐτὸν ἐψηφίσαντο εἶναι, ἔχειν δὲ καὶ τὰ τῶν δημάρχων προνόμια· καὶ εἴ τις αὐτὸν ἔργῳ ἢ λόγῳ ὑβρίσειεν, ἱερὸν εἶναι ἐθέσπισαν καὶ τῷ ἄγει ἐνέχεσθαι. τί δὲ τὸ ἱερὸν εἶναι νενόμιστο ἤδη μοι προαφήγηται. χαίροντα δὲ τούτοις ὁρῶντες αὐτόν, ἐπίχρυσόν τε δίφρον αὐτῷ ἔδοσαν καὶ στολὴν ᾗπερ οἶ βασιλεῖς πάλαι ἐκέχρηντο καὶ φρουρὰν ἐκ τῶν ἰππέων καὶ ἐκ τῶν βουλευτῶν, εὔχεσθαί τε δημοσίᾳ ὑπὲρ αὐτοῦ καὶ τὴν τύχην αὐτοῦ ὀμνύναι καὶ τὰ πραχθησόμενα παρ’ αὐτοῦ πάντα κύρια τυγχάνειν ἐνομοθέτησαν, Δία τε αὐτὸν Ἰούλιον προσηγόρευσαν, καὶ ἄλλα πλείονα, ἔνα μὴ τὸ καθ’ ἕκαστον ἀπαριθμοῦντες τὸν ἀκροατὴν ἀποκναίωμεν, αὐτῷ ἐψηφίσαντο. ἐξ ὣν ἐπίφθονος ἔδοξεν ἢ μᾶλλον νεμεσητός, καὶ καθ’ ἑαυτοῦ πολλοὺς διηρέθισε, μέχρις ἂν εἰς τὸ ἐπελθὸν αὐτῷ κατηντήκει τέλος. Καὶ ὁ μὲν ὄττω σφαγεὶς ἔκειτο, οἶ δὲ ἐκεῖ παρόντες ἄπαντες ἐταράττοντο, τὴν τῶν σφαγέων ἀγνοοῦντες διάνοιαν, καὶ ὡς αὐτίκα κινδυνεύσοντες ἔφευγον, καὶ τοὺς συναντῶντας ἐξέπλησσον, καὶ θρήνων τὴν πόλιν ἐπλήρουν. καὶ ἡ μὲν πόλις οὕτω διέκειτο, οἶ δὲ σφαγεῖς δεδιότες μή τις σφίσιν ἐπίθηται, θηται, θῆται, γυμνοῖς καὶ ᾑμαγμένοις τοῖς ξίφεσι διὰ τῆς ἀγορᾶς διελθόντες ἀνέδραμον εἰς τὸ Καπιτώλιον, ἐκεῖ τε τὴν ἡμέραν καὶ τὴν νύκτα διήγαγον. ὁ δὲ Λέπιδος ἐν τῷ στρατοπέδῳ μαθὼν τὰ γεγενημένα, νυκτὸς σὺν τοῖς στρατιώταις κατέλαβε, καὶ κατὰ τῶν σφαγέων ἐδημηγόρει. Ἀντώνιος δὲ τοῦ Καίσαρος ἀναιρεθέντος φοβηθείς ἐκρύβη· τὸν δὲ Λέπιδον ἐλθόντα μαθὼν καὶ τοὺς φονεῖς εἰς τὸ Καπιτώλιον ὄντας, θαρρήσας ἐξῆλθε, καὶ τὴν γερουσίαν ἀθροίσας ὡμίλει αὐτῇ, καὶ γνώμας εἰσῆγε πρὸς τὰ γενόμενα. ὁ δὲ Κικέρων δημηγορήσας ἔπεισε πάντας μὴ μνησικακεῖν ἀλλήλοις, ἀλλὰ κἄν τισιν ἡμάρτηταί τι, παρόψεσθαι τοῦτο, ἵνα μὴ ἐμφύλιος καὶ αὖθις γένηται πόλεμος καὶ τῶν πολιτῶν ὄλεθρος ὑπ’ ἀλλήλων ὀλλυμένων, ὁμονοῆσαι δὲ ὁμοφύλους ὄντας καὶ συγγενεῖς. καὶ προσέθετο δεῖν καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα, εἴτε ἐν δωρεαῖς ἢ τιμαῖς εἶεν ἢ ἐν ἀρχαῖς, φυλάξαι, καὶ μή τι τούτων πολυπραγμονῆσαι ἢ ἀνατρέψαι. πεισθέντες οὖν αὐτῷ μηδενὶ μνησικακεῖν ἐψηφίσαντο. καὶ οἱ σφαγεῖς δὲ τοῖς στρατιώταις ὁμιλοῦντες ἐκ τοῦ Καπιτωλέου μηδὲν τῶν τῷ Καίσαρι πραχθέντων ἀκυρῶσαι ὑπέσχοντο μήτ’ ἀφαιρήσεσθαί τινα μηδὲν τῶν ἑκάστῳ δεδομένων· καὶ οὕτως ἐς καταλλαγὰς ἧκον. οὐ πρότερον δὲ οἱ ἐν τῷ Καπιτωλίῳ κατέβησαν ἢ τόν τε τοῦ Λεπίδου παῖδα καὶ τὸν τοῦ Ἀντωνίου ὁμήρους λαβεῖν. Μετὰ ταῦτα τῆς διαθήκης τοῦ Καίσαρος ἀναγνωσθείσης μαθὼν ὁ δῆμος ὅτι υἱὸν πεποίηται τὸν Οκτάβιον, καὶ ὅτι τῇ τε πόλει δωρεὰς καὶ ἑκάστῳ δραχμάς, ὡς μὲν Ὀκτάβιος γράφει, τριάκοντα, ὡς δ᾿ ἕτεροι 9 πέντε κέ ἑβδομήκοντα καταλέλοιπεν, ἐταράχθησαν. καὶ ὁ Ἀντώνιος τὸν νεκρὸν εἰς τὴν ἀγορὰν προθέμενος ᾑματωμένον καὶ λόγον ἐπὶ τῷ κειμένῳ εἰπὼν τὸ πλῆθος παρώξυνε πρὸς ὀργήν. εἶπε γὰρ πολλὰ μὲν πρὸς ἔπαινον τοῦ ἀνδρὸς καὶ πρὸς ἔλεον τοῦ πάθους τοὺς ἀκροατὰς ἐρεθίζοντα, εἶτα καὶ τὰ ψηφισθέντα αὐτῷ καταλέξας ὀνόματα ἐπήγαγεν “ἀλλ’ οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεύς, ὁ ἄσυλος, ὁ ἥρως, ὁ θεὸς τέθνηκεν, οἴμοι, οὐ νάσῳ βιασθεὶς οὐδὲ γήρᾳ μαρανθεὶς οὐδὲ ἔξω που ἐν πολέμῳ τρωθεὶς οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπαχθείς, ἀλλ’ ἐνταῦθα τοῦ τείχους ἐντὸς ἐπιβουλευθεὶς ὁ καὶ εἰς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδ’ εἰς τὴν θάλασσαν ἐκπεσόντα κτείναι δεδύνητο, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δ᾿ ἡ ἀσυλία, ποῦ δ’ οἱ νόμοι; ἀλλὰ σὺ μὲν ὅπως μηδ’ ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι· καὶ νῦν ἐν τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι’ ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος· καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατατετρωμένος, ἀφ’ οὗ πολλάκις ἐδημηγόρησας. οἴμοι πολιῶν ᾑματωμένων· ὢ στολῆς ἐσπαραγμένης, ἣν ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἔνα ἐν ταύτῃ σφαγῇς.” Ἐπὶ τούτοις ὁ δῆμος ἐξοργισθεὶς τοὺς μὲν σφαγεῖς ἐζήτει, τὸ δὲ σῶμα τοῦ Καίσαρος ἁρπάσαντες ἐν τῇ ἀγορᾷ ἔκαυσαν, καὶ ἐπὶ τὰς τῶν φονέων οἰκίας ὥρμησαν, καὶ Ἕλβιον Κίνναν δημαρχοῦντα διεχειρίσαντο, πλανηθέντες τῇ ὁμωνυμίᾳ· οὐ γὰρ οὗτος τῷ Καίσαρι ἐπεβούλευσεν, ὁ στρατηγὸς δὲ Κίννας Κορνήλιος. βωμὸν δὲ ἔνθα κατέκαυσαν τὸ σῶμα τοῦ Καίσαρος ἤγειρε τὸ πλῆθος, ἵν ἐπ’ αὐτοῦ θύοιεν ὡς θεῷ τῷ Καίσαρι. οἱ δ’ ὕπατοι αὐτὸν ἀνέτρεψαν, ὤ καὶ νόμον εἰσήνεγκαν μηδένα αὖθις γενέσθαι δικτάτωρα, θάνατον θέντες τὸ ἐπιτίμιον, εἴ τις εἰσηγήσεται τοῦτο καὶ εἴ τίς που δέξεται. Ἀντώνιος δὲ τότε πολλὰ ἐναυθεντῶν διεπράξατο, ἀρχάς τε διδοὺς καὶ χώραν καὶ ἐλευθερίαν καὶ ἀτέλειαν, καὶ φυγάδας κατάγων, ὡς τῆς δυναστείας τοῦ Καίσαρος τάχα διάδοχος, καὶ πολλὰ ἐκ τούτων ἠργυρολόγησε χρήματα.