Ancient Greek · ~22 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.18.1
Not analysed yet
Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτα ἐποίησαν· τοῦ δὲ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου τῷ ἐπιόντι ἔτει ὑπατευσάντων τέλη τε ἤδη ἐσχολακότα ἀνενεώθησαν καὶ ἐκ καινῆς προσατέστησαν ἕτερα, καὶ πολλὰ μὲν ἐπὶ τῇ γῇ, πολλὰ δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο. ὅ δὲ πλέον τῶν ἄλλων πάντας ἠνίασεν, ἦν τὸ παντὸς οὐσίαν δεκατευθῆναι ὁποσονοῦν εὐποροῦντος ἀνδρὸς ὁμοίως καὶ γυναικός. λόγῳ μὲν γὰρ τὸ δέκατον τῆς οὐσίας παρ’ ἑκάστου σφόν εἰσεπράχθη, ἔργῳ μέντοι οὐδὲ τὸ δέκατον κατελείφθη τινί. καὶ ἕτερον δέ τι ἐπινενόητο. τῷ γὰρ βουλομένῳ ἐνεδόθη πάσης τῆς οὐσίας ἐκστάντι τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τουτέστι μήτε τι λαβεῖν καὶ πράγματα σχεῖν. οἱ γὰρ βίᾳ τὰ δύο μέρη συλώμενοι προφανῶς, πῶς ἂν τὸ τρίτον ἀπέλαβον; καὶ ἄλλα δὲ πλεῖστα τοῖς ἀνθρώποις τότε πρὸς πενίαν αὐτοὺς συνελαύνοντα ἐπενήνεκτο, μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν. Οὕτως οἱ ἄνδρες οἶ τρεῖς ἐκεῖνοι ἐποίουν, καὶ ἅμα τὸν Καίσαρα ἐκεῖνον τὸν πρότερον ἀπεσέμνυνον, καὶ τιμὰς ποικίλας τε καὶ πολλὰς αὐτῷ ἐψηφίσαντο. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν Ῥώμῃ τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος κατὰ τοῦ Βρούτου καὶ τοῦ Κασσίου ἐστράτευσαν. ἐκεῖνοι γὰρ τὸν Καίσαρα τὸν Ὁκτάβιον μαθόντες τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν ὅμιλον σφετερίζεσθαι, τήν τε δημοκρατίαν ἀπέγνων καὶ ἐκεῖνον φοβηθέντες ἐν Ἀθήναις ἐγένοντο. καὶ οἱ Ἀθηναῖοι σφᾶς λαμπρῶς ὑπεδέξαντο, καὶ εἰκόνας χαλκᾶς αὐτοῖς ἐψηφίσαντο, ὡς ζηλώσασι τοὺς παρ’ αὐτοῖς τυραννοκτόνους, τὸν Ἁρμόδιον λέγω καὶ τὸν Ἀριστογείτονα. εἶτα πυθόμενοι ἐπὶ μεῖζον τὸν Καίσαρα αἴρεσθαι, ὁ μὲν Κάσσιος πρὸς τοὺς Σύρους ὥρμησε συνήθεις ὄντας αὐτῷ, Βροῦτος δὲ τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. καὶ προσεῖχον αὐτῷ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ὅτι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ σὺν ἐξελθόντων ὑπολειφθέντας, προσλαβὼν εἶχε, καὶ χρήματα δέ οἱ ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἀπέσταλτο. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπόνως προσεποιήσατο, καὶ τὴν Μακεδονίαν δὲ μετὰ τοῦτο πάσαν καὶ τὴν Ἤπειρον προσλαβὼν τῇ γερουσίᾳ ἐπέστειλε τὰ πεπραγμένα δηλῶν. οἱ δέ, ἔτυχον γὰρ τότε ὑπόπτως πρὸς τὸν Καίσαρα ἔχοντες, καὶ ἐπῄνεσαν αὐτὸν καὶ πάντων ἄρχειν τῶν ἐκεῖσε ἐκέλευσαν. κἀντεῦθεν αὐτός τε γέγονε προθυμότερος καὶ ὑπεῖκον ἀπροφασίστως ἔσχηκε τὸ ὑπήκοον. ἐπεὶ δ’ ὁ Καῖσαρ ἐν τῇ Ῥώμῃ τε ἐνηυθέντησε καὶ τοὺς τοῦ πατρὸς ἐτιμωρεῖτο σφαγεῖς φανερῶς, ἐσκόπει ὅπῃ αὐτὸν ἐπιόντα ἀμύναιτο, καί τινας ἐπιβουλὰς πρός τινων αὐτῷ γενομένας ἀπεκρούσατο. καὶ ἐς τὴν ἄνω Μακεδονίαν ἀνεχώρησεν, ἔχων τὸ ἰσχυρότατον τοῦ στρατοῦ, κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἔπλευσεν, ἔνα μὴ τὰ ἐν τῇ Ῥώμᾐ πραττόμενα ἐπὶ τὸ φοβερώτερον ἀγγελλόμενα μαθόντες οἱ στρατιῶται μεταβάλωνται. εἶτ᾿ αὖθις εἰς τὴν Εὐρώπην ἠπείχθη, δείσας μή τι νεωτερισθῇ. Κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ Κάσσιος εἰς τὴν Ἀσίαν ἐπεραιώθη πρὸς τὸν Τρεβώνιον, καὶ λαβὼν παρ’ αὐτοῦ χρήματα καὶ ἱππέας συχνοὺς καὶ ἑτέρους πολλοὺς τῶν τε Κιλίκων καὶ τῶν Ἀσιανῶν, τοὺς Ταρσέας καὶ ἄκοντας εἰς τὸ συμμαχικὸν προσηγάγετο. καὶ εἰς τὴν Συρίαν ἐλθών, ἀμαχεὶ πάντα τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσε- ποιήσατο. παραλαβὼν οὖν τὴν Συρίαν εἰς τὴν Ἰουδαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι. ἐκείνους τε οὖν ἑτοίμως καὶ τοὺς Ἰουδαίους παρεστήσατο. οὕτω δὴ καὶ ὁ Κάσσιος διὰ ταχέων ἐγένετο ἰσχυρός, καὶ τῇ γερουσίᾳ τὰ ὅμοια τῷ Βρούτῳ ἐπέστειλε· καί οἱ τήν τε τῆς Συρίας ἀρχὴν ἡ βουλὴ ἐβεβαίωσε καὶ τὸν κατὰ τοῦ Δολοβέλλου πόλεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν, εἰς δὲ τὴν Ἀσίαν ἐνδιατρίβων τὸ δόγμα ἐμεμαθήκει, καὶ πρὸς μὲν τὴν Συρίαν οὐκ ἀπῆλθεν, αὐτοῦ δὲ καταμείνας τὸν Τρεβώνιον δόλῳ ἐν τῇ Σμύρνῃ ἀνεῖλε καὶ πάσαν τὴν Ἀσίαν κατέσχεν. οὕτω δὲ τῆς Ἀσίας γενόμενος ἐγκρατὴς εἰς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν Παλαιστίνῃ τυγχάνοντος, καὶ τοὺς μὲν Ταρσεῖς ἑκουσίους προσλαβών, φρουροὺς τοῦ Κασσίου ἐν Αἰγαῖς ὄντας ἐνίκησεν· ἐς δὲ τὴν Συρίαν ἐνέβαλε, καὶ τῆς μὲν Ἀντιοχείας ἀπεκρούσθη, τὴν δὲ Λαοδίκειαν προσεποιήσατο. καὶ τὸ ναυτικὸν αὐτῷ προσῆλθε· κἀντεῦθεν ἰσχύσας εἰς Ἄραδον ἀπελήλυθεν, ἔνθα μετ᾿ ὀλίγων ἀπολειφθεὶς ἐκινδύνευε. διαφυγὼν οὖν ἀπήντησε τῷ Κασσίῳ, καὶ συμβαλὼν αὐτῷ ἡττήθη, καὶ εἰς τὴν Λαοδίκειαν ἐπολιορκεῖτο. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων ἀναγκασθείς, καὶ φοβηθεὶς μὴ ζῶν ἁλῷ, ἑαυτὸν διεχρήσατο. ὅ καὶ ὁ ὑποστράτηγος αὐτοῦ Μάρκος Ὀκτάβιος ἔπραξε. Κάσσιος δὲ ἐπεὶ τὰ ἐν τῇ Συρίᾳ καὶ τῇ Κιλικίᾳ κατεστήσατο, εἰς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφέκετο. ὡς γὰρ τὴν συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον, καθ᾿ ἑαυτῶν εἰδότες ἐκείνους πάντα ποιεῖν, 30 προθυμότερον καὶ αὐτοὶ κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ ἔπραττον. καὶ αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τοὺς μὴ ἐκείνοις ὁμοφρονοῦν- τὰς προσήγοντο καὶ χρήματα καὶ στρατιώτας συνήθροιζον, τινῶν δὲ μὴ συμμαχῆσαι πειθομένων αὐτοῖς, ἐπ’ ἐκείνους ἐτράπησαν. καὶ Κάσσιος μὲν ναυμαχίᾳ τοὺς Ῥοδίους ἐνίκησε καὶ τὰς ναῦς αὐτῶν ἀφείλετο καὶ τὰ χρήματα, μετὰ δὲ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε· Βροῦτος δὲ τῶν Λυκίων ἐκράτησε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξανθὸν δὲ εἰς πολιορκίαν κατέστησε, καὶ εἷλεν αὐτὴν καὶ κατέπρησεν. εἶτα πρὸς Πάταρα ἦλθε, καὶ προσεκαλεῖτο αὐτοὺς ὡς φίλους· ὡς δ᾿ οὐχ ὑπήκουσαν, τοὺς αἰχμαλώτους τῶν Ξανθίων συγγενεῖς αὐτοῖς ὄντας ἔπεμψεν, ἐλπίζων δι’ ἐκείνων αὐτοὺς προσαγαγέσθαι. οἱ δ’ οὐδ’ οὕτως ἐνέδοσαν. πωλήσας οὖν τινας τῶν αἰχμαλώτων τοὺς λοιποὺς ἠλευθέρωσεν. ἰδόντες δὲ τοῦτο οἱ Παταρεῖς εὐθὺς αὐτῷ ὡς ἀρετὴν ἔχοντι προσέθεντο. τοῦτο δὲ καὶ οἶ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ τἄλλα δὲ δι’ ὀλίγου παρεστήσατο.