Ancient Greek · ~23 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.19.1
Not analysed yet
Ἐντεῦθεν ἄμφω εἰς τὴν Ἀσίαν ἦλθον, καὶ εἰς τὴν Μακεδονίαν ἠπείγοντο. Γάιος δὲ ὁ Νωρβανὸς καὶ Δεκίλλιος Σάξας παρὰ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰς Μακεδονίαν ἐστάλησαν, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι τὴν σύντομον ὁδὸν προκατέλαβον. διὸ ὁ Βροῦτός τε καὶ ὁ Κάσσιος ἑτέραν μακροτέραν περιελθόντες, καὶ βιασάμενοι τὴν ἐκεῖ φρουράν, πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα παρῆλθον κἀκεῖ ἐστρατοπεδεύσαντο. ὑπερτεροῦντες ὑπερτεροῦντες δὲ τῷ πλήθει τῶν ἐναντίων τό τε ὄρος τὸ Σύμβολον κατέλαβον καὶ τὰ ἐπιτήδεια ἔκ τε τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. Νωρβανὸς δὲ καὶ Σάξας συμβαλεῖν αὐτοῖς οὐκ ἐτόλμων, τὸν Καίσαρα δὲ καὶ τὸν Ἀντώνιον μετεπέμποντο. οἶ δὲ μέρος μέν τι τοῦ στρατοῦ πρὸς φυλακὴν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ πλείονι ἐπεραιώθησαν τὸν Ἰόνιον. καὶ Καῖσαρ μὲν νοσήσας ἐν Δυρραχίῳ κατέμεινεν, Ἀντώνιος δ’ ἐπὶ Φιλίππους ἤλασε, καί τινας τῶν ἐναντίων ἐνεδρεύσας σιταγωγοῦντας ἐσφάλη. ὁ δὲ Καῖσαρ καθ’ ἑκάτερον δείσας, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν Ἀντώνιος, εἴτε καὶ κρατήσει, ἐκ μὲν γὰρ τοῦ τὸν Βροῦτόν τε καὶ τὸν Κάσσιον 9 ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως, ἐφ’ ἑαυτὸν ἰσχύσειν ἐνόμισεν, ἠπείχθη καὶ ἔτι ἀρρωστῶν· καὶ οἱ περὶ τὸν Ἀντώνιον ἀνεθάρσησαν. Ἀντικαθημένων δ᾿ ἀλλήλοις τῶν ἀντιπολέμων ἐκδρομαὶ μὲν παρ’ ἀμφοτέρων ἐγίνοντο, μάχη δὲ οὐδεμία ἐκ παρατάξεως, καίτοι τοῦ τε Καίσαρος καὶ τοῦ Ἀντωνίου συμβαλεῖν σπουδαζόντων. ὁ δὲ δὴ Κάσσιος καὶ ὁ Βροῦτος ἀνεβάλλοντο, οὐκ ὀκνοῦντες τὴν μάχην, ἀλλ’ εἴ πὼς ἄνευ κινδύνων καὶ φθόρου τινῶν ἐπικρατήσειαν. ὡς δὲ τὰ στρατεύματα τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντικειμένων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον πρὸ τῶν ἀγώνων γινόμενον ἐντὸς τοῦ ἐρύματος ὡς δεδιότες ἐποιήσαντο οἱ περὶ Καίσαρα καὶ Ἀντώνιον, εἰς τὴν μάχην τε ὥρμησαν οἱ Βρούτου καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλέον ὑπερτιθῇ, ἐκλιπόντες τὸ στρατόπεδον σκεδασθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν. Μέγιστος δὲ Ῥωμαίοις διαφανῶς ὁ ἀγὼν οὗτος ἐγένετο. τοῦτο δὲ καὶ ἐκ τόν γεγονότων σημείων ἔν τε τῇ Ῥώμῃ καἰ ἐν τῆ̣ Μακεδονίᾳ τεκμήραιτό τις. ἐν γὰρ τῷ ἄστει ὁ ἥλιος τοτὲ μὲν ἠλαττοῦτο, τοτὲ δὲ μέγας ἐφαίνετο, ἐξέλαμψε δέ ποτε καὶ νυκτός, λαμπάδες τε ἄλλοσέ πῃ καὶ ἄλλοσε ᾄττειν ἐδόκουν, καὶ σαλπίγγων ἠχαὶ καὶ ὅπλων κτύποι καὶ βοαὶ στρατο- πέδων νυκτὸς ἐκ τῶν τοῦ Καίσαρος καὶ τῶν τοῦ Ἀντωνίου ὁμορούντων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ἐξηκούοντο, καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε ἔτεκε τέρας · τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτά τε καὶ ἄλλα ἐγένετο, ἐν δὲ τῇ Μακεδονίᾳ περὶ τὸ στρατόπεδον τοῦ Κασσίου μέλισσαί τε πολλαὶ αὐτὸ περιέσχον, καὶ ἐν τῷ καθαρσίῳ τὸν στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε, καὶ ἐν πομπῇ τινι παῖς Νίκην φέρων χρυσῆν ὀλισθήσας ἔπεσε, καὶ γῦπες πολλοὶ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι εἰς τὰ ἐκείνων διεφοίτων στρατόπεδα ἔκλαζόν τε φρικῶδές τι καὶ δεινόν. τοῦ δὲ νέου Καίσαρος ἰατρὸς ἔδοξε τὴν Ἀθηνᾶν ἐν ὕπνοις λέγειν αὐτῷ ἐκ τῆς σκηνῆς τὸν Καίσαρα ἐξαγαγεῖν καὶ καταστῆσαι εἰς τὴν παράταξιν, καίτοι ἔτι κακῶς ἀρρωστοῦντα · ὃ καὶ περιέσωσεν αὐτόν ,ὡς εἰρήσεται. Τὴν μὲν οὖν ἡμέραν τῆς μάχης οὐχ ὡρίσαντο, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς ἔωθεν ἐξοπλισάμε- νοι προῆλθον, καὶ ἐν κόσμῳ καὶ ἡσυχῇ παρετάξαντο. εἶτα συμμίξαντες πολλῷ μὲν ἐχρήσαντο ὠθισμῷ, πολλῷ δὲ ξιφισμῷ καὶ προθυμίᾳ πολλῇ· καὶ οὔθ’ ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδένες ἐχρήσαντο, ἀλλ’ αὐτοῦ ὥσπερ εἶχον ἐτίτρωσκον, ἐτιτρώσκοντο, ἐφόνευον, ἐφονεύοντο. καὶ ὁ μὲν Βροῦτος τοῖς περὶ τὸν Καίσαρα ἀντιμαχόμενος ἐκράτει, Κάσσιος δὲ ἀντιτεταγμένος τοῖς περὶ τὸν Ἀντώνιον ἥττητο ,καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. οὐκ ἔγνων μέντοι οὔτε τὴν νίκην τῶν ἑτέρων οἶ ἡττημένοι οὔτε τὴν ἧτταν οἶ νενικηκότες· τά τε γὰρ στρατόπεδα πολὺ ἀφεστήκασι καὶ ἀπλέτου κονιορτοῦ γενομένου ἠγνόησαν τό τέλος τῆς μάχης. τέως δὲ τό τε τοῦ Καίσαρος τάφρευμα καὶ τὸ τοῦ Ἀντωνίου ἐπορθήθη, καὶ τὰ ἐν αὐτῷ πάντα ἑάλω, ὥστ’ εἰ μὴ κατὰ τὸ ὄναρ τοῦ ἰατροῦ ὑπεξῆλθεν ὁ Καῖσαρ τοῦ χαρακώματος, ἐν αὐτῷ ἂν καταληφθεὶς κεκινδύνευκεν. Ὁ δὲ Κάσσιος ἐκ μὲν τῆς μάχης ἐσώθη, τοῦ δὲ ἐρύματος καὶ αὐτοῦ πορθηθέντος ἐπὶ λόφον ἀνεχώρησεν ἔχοντα πρὸς τὸ πεδίον σκοπάς, ὑποτοπήσας δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι, ἔπεμψεν ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ,τι πράττοι. ἐπεὶ δὲ ὁ σταλεὶς συναντήσας ἱππεῦσιν, οὓς ἀπεστάλκει ὁ Βροῦτος μαθησομένους περὶ τῶν κατὰ Κάσσιον, παρ’ αὐτῶν ἐκυκλώθη ἀσπαζομένων αὐτὸν καὶ δεξιουμένων, ἔδοξεν ὁ Κάσσιος πολεμίους εἶναι τοὺς προσιόντας καὶ ὑπ’ αὐτῶν ἐνσχεθῆναι τὸν ἑκατόνταρχον, καί τινι Πινδάρῳ ἐξελευθέρῳ τὸν ἑαυτοῦ φόνον προσέταξε. Καὶ ὁ μὲν τοιοῦτον ἔσχε τέλος, καὶ ὁ ἑκατόνταρχος ἐπανελθὼν καὶ γνοὺς τὸ δρᾶμα κακίσας τε διὰ τὴν βραδυτῆτα ἑαυτὸν ἐπαπέκτεινεν · ὁ δέ γε Βροῦτος τήν τε ἧτταν τοῦ Κασσίου μαθὼν καὶ τὸν θάνατον ἐπεδάκρυσε, τοὺς δὲ περισωθέντας τῶν ἐκείνου στρατιωτῶν συναγαγών καὶ λόγοις καὶ δόσει χρημάτων παρεμυθήσατο. ἔπεσον δ’ ἐν τῆ̣ μάχῃ τούτων μὲν περὶ ὀκτακισχιλίους, τῶν δὲ περὶ Καίσαρα καὶ Ἀντώνιον πλείους ἢ διπλάσιοι. διὸ καὶ ἠθύμουν ἐκεῖνοι, πρὶν ἢ Δημήτριός τις Κασσίου θεράπων ἑσπέρας ἀφίκετο πρὸς Ἀντώνιον, τὰς χλαμύδας καὶ τὸ ξίφος ἐκείνου φέρων. ὧν κομισθέντων οὕτως ἀνεθάρσησαν, ὥστε ἄμ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βροῦτος δ’ ἐκ παρατάξεως μαχέσασθαι οὐκ ἐβούλετο, θορυβεῖν δὲ καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο τοὺς πολεμίους. καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν. ἐπεὶ δ’ ἔγνω τινὰς αὐτομολοῦντας τῶν αὐτοῦ πρὸς τοὺς ἐναντίους, δείσας μὴ καὶ πλέον τι νεωτερισθῇ, συμμίξαι ἔγνω αὐτοῖς. πολλῶν δ’ αἰχμαλώτων ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντων, μὴ ἔχων ὅπως αὐτοὺς διάθηται κατὰ τὸν τῆς μάχης καιρόν, τὸ μὲν δουλικὸν πλῆθος ἀναιρεθῆναι κεκέλευκε, τῶν δ’ ἐλευθέρων τοὺς μὲν φανερῶς ἀπέλυσε, τοὺς δὲ κρύπτων καὶ συνεκπέμπων ἔσωζεν, ὁρῶν τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, καίτοι τῶν ἐναντίων τοὺς ζωγρηθέντας τῶν αὐτοῦ στρατιωτῶν ἀποκτεινάντων.