Ancient Greek · ~16 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.20.1
Not analysed yet
Κατὰ δὲ τὴν ἐσπέραν, ὅτε τῇ ἐπιούσῃ μαχέσασθαι ἔμελλον, τὸ φάσμα ἐφάνη τῷ Βρούτῳ ὃ καὶ πρῴην ἐξ Ἀσίας διαβαίνων νυκτὸς ἐθεάσατο· ἦν δὲ τοιοῦτον. νὺξ ἦν βαθεῖα καὶ φῶς οὐ πάνυ λαμπρὸν ἐν τῇ σκηνῇ αὐτοῦ ὑπαυῆπτο· ὁ δ' ἠγρύπνει σκοπῶν τι καὶ λογιζόμενος. ἔδοξεν οὖν εἰσιέναι τινὰ τὴν σκηνήν, καὶ ἀπιδὼν πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος σιωπῇ παρε- στῶτος αὐτῷ. ἐρόμενος δέ ‘‘τίς ποτ’ ὣν ἢ τί βουλόμενος μένος ἥκεις; ἤκουσεν ἐξ ἐκείνου ‘‘ὁ σός εἰμι, Βροῦτε, δαίμων κακός, ὄψει δέ με περὶ Φιλίππους. καὶ ὁ Βροῦτος ἀπτοήτως ‘‘ὄψομαι’’ εἶπε. τοῦτο οὖν αὖθις τὸ φάσμα ἑώρακε τὴν αὐτὴν ἐπιδειξάμενον ὄψιν, οὐδὲν μέντοι φθεγξάμενον, ἀλλ’ οἰχόμενον. καὶ ἀετοὺς δύο φασὶν ἐν μεταιχμίῳ τῶν στρατοπέδων συμπεσόντας ἀλλήλοις μάχεσθαι τότε, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. Συμβαλὼν οὖν τοῖς ἐναντίοις καὶ αὐτὸς ἡττήθη. τό τε γὰρ ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἐνέκλινε, κἀκ τούτου καὶ τὸ ἱππικὸν καίτοι γενναίως μαχόμενον ἐνέδωκεν. ἐνταῦθα καὶ Μάρκος ὁ Κάτωνος υἱὸς ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων ταττόμενος οὐκ εἶξε καταπονούμενος οὐδὲ ἔφυγεν, ἀλλὰ χρώμενος τῇ χειρὶ καὶ φράζων ὅστις εἴη καὶ πατρόθεν ἑαυτὸν ὀνομάζων ἔπεσεν ἐπὶ πολλοῖς τῶν πολεμίων νεκροῖς. ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες. Λουκίλλιος δέ τις ἀνὴρ ἀγαθὸς ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐλαύνοντας ῥύδην ἐπὶ τὸν Βροῦτον, αὐτὸς ἔφη Βροῦτος εἶναι καὶ ἄγειν ἐδεῖτο ἐπὶ τὸν Ἀντώνιον, ὡς τάχα τὸν Καίσαρα δεδοικώς. οἱ ἦγον τὸν ἄνδρα, ἀγγέλους προπέμψαντες. ἐπεὶ δ’ ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος διηπόρει ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθείς ‘Μάρκον μέν’ εἶπε ‘‘Βροῦτον, Ἀντώνιε, οὐδεὶς ᾕρηκεν οὐδ’ ἂν ἕλοι πολέμιος. μὴ τοσοῦτον κρατήσειεν σειεν ἡ τύχη τῆς ἀρετῆς. εὑρεθήσεται δὲ ζῶν ἐκεῖνος ἤπου καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ. θαυμάσας δὲ ὁ Ἀντώνιος τοῖς αὐτὸν ἄγουσι στρατιώταις ἔφη ‘‘χαλεπῶς, ὦ συστρατιῶται, φέρετε τὴν ἀπάτην ἴσως· ἀλλ’ ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας ᾑρηκότες · πολέμιον γὰρ ζητοῦντες φίλον ἡμῖν κομίξετε. Βροῦτος δὲ πρός τι χωρίον ὑλῶδες κατηντηκὼς ἤδη σκότους ὄντος, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων ὄντων, εἰς τὸν οὐρανὸν ἀναβλέψας ἀνεφθέγξατο Ζεῦ, μὴ λάθῃ σε τῶνδ’ ὃς αἴτιος κακῶν. τοῦτον τὸν στίχον εἰπεῖν αὐτὸν ὁ Πλούταρχος ἀναγράφει· ὁ δέ γε Δίων ταὐθ’ ἱστορεῖ τότε τὸν Βροῦτον εἰπεῖν ‘‘ὦ τλᾶμον ἀρετά, ἄλλως ἄρ’ ἧσθα λόγος, ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν, σὺ δ’ αὖ ἐδούλευες τύχῃ.’’ εἰπόντος δέ τινος ὡς δεῖ φεύγειν, ‘‘πάνυ μὲν οὖν’’ ἴφη ‘‘φευκτέον, ἀλλὰ διὰ τῶν χειρῶν, οὐ διὰ τῶν ποδῶν.’’ καὶ τοῦτο εἰπὼν καὶ τῷ ξίφει ία γυμνῷ ἐπιπεσὼν ἐτελεύτησε. τὸν δὲ τούτου νεκρὸν Ἀντώνιος ἀνευρὼν τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιέβαλε. Πορκία δὲ ἡ τοῦ Βρούτου γυνή, Κάτωνος δὲ θυγάτηρ, φυλαττομένη καὶ μὴ ἐωμένη ἑαυτὴν λεῖν, ἄνθρακας ἐκ τοῦ πυρὸς ἁρπάσασα καὶ καταπιοῦσα ἀπέθανε. περὶ ἧς ὁ Πλούταρχος ἔγραψεν ὡς πρὸ τῆς τοῦ Καίσαρος τοῦ προτέρου σφαγῆς ὁρῶσα τὸν ἄνδρα σύννουν καὶ μεστὸν ταραχῆς ἀήθους, καί τι βούλευμα κατανοήσασα παρ’ ἑαυτῷ θάλποντα δυσεξέλικτον, οὐ πρότερον αὐτὸν περὶ τῶν ἀπορρήτων ἀνήρετο πρὶν ἢ λαβεῖν διάπειραν ἑαυτῆς. λαβοῦσα γάρ, φησί, μαχαίριον, τομὴν βαθεῖαν λάθρᾳ ἐπήνεγκε τῷ μηρῷ, ὡς μετὰ μικρὸν ὀδύνας ἐπιγενέσθαι νεανικὰς καὶ φρικώδεις ἀναφθῆναι πυρετοὺς ἐκ τοῦ τραύματος. ἀγωνιῶντος δὲ τοῦ Βρούτου ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα ἴφη αὐτῷ ‘‘ἐγώ, Βροῦτε, οὐχ ὡς αἶ παλλακευόμεναι κοίτης μεθέξουσα καὶ τραπέζης μόνον ἐδόθην σοι, ἀλλὰ κοινωνὸς εἶναι καὶ ἀγαθῶν καὶ ἀνιαρῶν. τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα, τῶν δὲ παρ’ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις εἰ μήτε πάθος ἀπόρρητον συνδιοίσω σοι μήτε φροντίδα πίστεως δεομένην; οἶδ’ ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ' ἔστι τις καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς. ἐμοὶ δὲ τὸ Κάτωνος εἶναι θυγατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν. οἶς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δ’ ἐμαυτὴν ἔγνωκα καὶ πρὸς πόνον ἀήττητον εἶναι. ταῦτ’ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ’ ἐκπλαγεὶς ἐπηύξατο δοῦναι τοὺς θεοὺς κατορθοῦντα τὴν πρᾶξιν ἄνδρα