Ancient Greek · ~18 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.21.1
Not analysed yet
φανῆναι. ἄξιον φανῆναι. Τῷ μὲν οὖν Βρούτῳ ὃν εἴρηταί τρόπον ἐπέλιπε τὸ βιώσιμον, τῶν δὲ μετ’ αὐτοῦ γενομένων ἐπισήμων ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς αὐτίκα ἀπέκτειναν ἢ ἁλόντες ἐφθάρησαν, οἶ δὲ λοιποὶ τότε διαφυγόντες ἐπὶ τὴν θάλασσαν μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο. Καὶ ὁ μὲν Βροῦτος καὶ ὁ Κάσσιος οὕτως ἀπώλοντο τοῖς ξίφεσι σφαγέντες οἷς τὸν Καίσαρα διεχρήσαντο, Καῖσαρ δὲ καὶ Ἀντώνιος αὐτίκα τὴν ἀρχὴν ἀνεδάσαντο· καὶ τῷ μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία προσεκεκλήρωτο, Ἀντωνίῳ δὲ ἡ Γαλατία τε καὶ ἡ Ἀφρική, συνθεμένοις, εἰ ἐπὶ τούτοις ἀγανακτοίη ὁ Λέπιδος, ἐκστῆναί οἷ τῆς Ἀφρικῆς. ταῦτα δὲ μόνα ἐδάσαντο, ὅτι Σαρδῶ μὲν καὶ Σικελίαν Σέξτος κατεῖχε, τὰ δ’ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. καὶ ἐπὶ τούτοις Ἀντώνιος μὲν εἰς τὴν Ἀσίαν, καταστήσων τοὺς αὐτοῖς ἀντιπολεμήσαντας καὶ ἀργυρολοηήσων, ἀπῄει· Καῖσαρ δ’ εἰς τὴν Ἰταλίαν ὡρμήθη, τὸν Λέπιδον κωλύσων, ἄν τι παρακινῇ, καὶ τῷ Σέξτῳ ἀντιταξόμενος. νοσῶν δὲ καὶ διὰ τοῦτο βραδύτερον ἰὼν εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ τὰ νενομισμένα ἐπὶ τῇ νίκῃ τελέσας πρὸς τὴν τῶν πραγμάτων ἐτράπη διοίκησιν. ὁ γὰρ Λέπιδος φόβῳ καὶ νωθείᾳ ἡσύχασεν, ἡ δὲ τοῦ Ἀντωνίου γυνὴ Φουλβία καὶ ὁ Λούκιος Ἀντώνιος ὑπατεύων τῶν πραγμάτων ἀντελαμβάνοντο καὶ τῷ Καίσαρι διηνέχθησαν ,ὥστε τὸν Καίσαρα τὴν τῆς Φουλβίας θυγατέρα πέμψαι αὐτῇ, τὴν ἐκ τῆς ἐπιγαμίας συγγένειαν λύσαντα. Καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὸν λιμόν, ὃς τότε τοὺς Ῥωμαίους ἐπίεζεν, ὁ Καῖσαρ ἐν ἀμηχανίᾳ ἐγένετο. ἡ μὲν γὰρ κατὰ Σικελίαν θάλασσα ὑπὸ τοῦ ία Σέξτου κατείχετο ,ὁ δ’ Ἰόνιος κόλπος ὑπὸ Δομιτίου Γναίου, ὃς τῶν μὲν σφαγέων τοῦ Καίσαρος ἢν, ἐκ δὲ τῆς ἐν Φιλίπποις μάχης διαφυγὼν ναυτικὸν συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἔφθειρε. διὰ γοῦν τὸν λιμὸν τοῦτον καὶ δι’ αἰτίας ἑτέρας καὶ ἐστασίασαν πρὸς ἀλλήλους ὅ τε δῆμος καὶ τὸ στρατιωτικόν ,καὶ εἰς μάχας ἡ στάσις περιέστη, ὥστε καὶ τιτρώσκεσθαι καὶ θνήσκειν ἐξ ἀμφοτέρων καὶ οἰκίας καταπρησθῆναι συχνάς. ἐντεῦθεν δείσας ὁ Καῖσαρ καταλλαγῆναι τῇ τε Φουλβίᾳ καὶ τῷ ὑπάτῳ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ διὰ πολλῶν ἄλλων καὶ τῶν ἐστρατευμένων πρεσβευσάμενος πρὸς αὐτοὺς οὐδὲν ἤνυεν, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας σφίσι καὶ δικαστὰς τῶν διαφορῶν αὐτοὺς ποιήσας. ὡς δ’ οὐδὲν οὐδ’ οὗτοι πράξαι ἴσχυσαν, πρὸς τὸ στρατιωτικὸν αὖθις ἀπέκλινε. καὶ εἰς τὴν Ῥώμην οἶ στρατιῶται, ὡς καὶ τῷ δήμῳ καὶ τῇ βουλῇ κοινωσόμενοί τι, συνελθόντες, τούτων μὲν οὐκ ἐφρόντισαν ,ἐς δὲ τὸ Καπιτώλιον ἀθροισθέντες τάς τε συνθήκας ἃς ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἔθεντο ἀναγνωσθῆναι σφίσιν ἐκέλευσαν καὶ ἐκείνας τε ἐπεκύρωσαν καὶ περὶ ὧν διεφέροντο ἑαυτοὺς ἐκάθισαν δικαστάς. καὶ ἐπειδὴ ὁ μὲν Καῖσαρ ἕτοιμος δικασθῆναι κατὰ τὴν ὡρισμένην ἡμέραν ἐγένετο ,ἡ Φουλβία δὲ καὶ ὁ ὕπατος οὐ παρῆν ,ὡς ἀδικούντων ἐκείνων κατεψηφίσαντο, καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν. καὶ μάχη μεταξὺ αὐτῶν συγκεκρότητο, καθ’ ἣν ὑπερέσχεν ὁ Καῖσαρ, ὥστε πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων φθαρῆναι, καὶ τὸν ὕπατον ἁλῶναι τὸν Λούκιον, ἀπολυθῆναι δέ. ἡ δὲ Φουλβία πρὸς τὸν Ἀντώνιον μετὰ τῶν τέκνων ἀπέδρα. Καῖσαρ δὲ τά τε ἐν τῇ Ἰταλίᾳ κατεργασάμενος καὶ τοῦ Ἰονίου κόλπου ἠλευθερωμένου, ,ὁ γὰρ Δομίτιος ἀπογνοὺς ἀπέπλευσε πρὸς Ἀντώνιον, μαρεσκευάζετο ὡς πρὸς τὸν Σέξτον ὁρμήσων. διὰ δὲ τὴν δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διὰ τῆς μητρὸς ἐκοινολογήσατο, ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ · καὶ τόν Σέξτον προτιμήσας ,ἅτε τοῦ Ἀντωνίου πιστότερόν τε καὶ ἰσχυρότερον, τήν τε μητέρα Μουκίαν αὐτῷ ἔπεμψε καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πὼς ἐκ τῆς εὐεργεσίας καὶ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο. ὁ γὰρ Σέξτος τῆς ἀρχῆς ἧς εἶχεν ὑπὸ τοῦ Καίσαρος πρῴην παραλυθείς, τοῦ δὲ ναυτικοῦ ἀντεχόμενος ,ἅτε μὴ τοῦ φόνου τοῦ Καίσαρος ἐκείνου μετεσχηκὼς ἤλπιζε καὶ καταχθήσεσθαι πρὸς τοῦ νέου Καίσαρος. ὡς δ’ ἔγνω καὶ ἐπ’ αὐτῷ τὸν ἐκείνου φόνον ἐπικεκηρυγμένον ,ἀπέγνω καὶ πρὸς πόλεμον ἡτοιμάζετο, ναυπηγῶν τριήρεις καὶ τοὺς αὐτομολοῦντας δεχόμενος καὶ τοὺς καταποντιστὰς προσεταιριζόμενος. καὶ ἐν ὀλίγῳ ἐγένετο ἰσχυρὸς καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησε. προχω- ρούντων δ’ αὐτῷ τῶν πραγμάτων ἐς Σικελίαν ἔπλευσε, καὶ ταύτην κατέσχε, καὶ στρατιώτας ἐκεῖθεν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε. διὰ ταῦτά τε καὶ ἵνα μὴ τῷ Ἀντωνίῳ φιλιωθῇ, καταλλαγῆναί οἶ ὁ Καῖσαρ ἱμείρετο. διαμαρτὼν δὲ τούτου, ἐκείνῳ μὲν Μάρκον Ἀγρίππαν πολεμήσοντα ἔπεμψεν, αὐτὸς δ’ ἐς Γαλατίαν ἀπῆρε. μαθὼν οὖν ὁ Σέξτος ταῦτα ἐς τὴν Ἰταλίαν ἀνέπλευσε καὶ ἐνέμεινεν αὐτὴν ληιζόμενος. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν κατέσχε, τόν μέντοι Λέπιδον ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν ὡς παρ’ αὐτοῦ ταύτην λαβών ,καὶ οὐχὶ καὶ παρὰ τοῦ Ἀντωνίου, αὐτῷ μόνῳ τὴν χάριν ὁμολογῇ.