Ancient Greek · ~19 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.22.1
Not analysed yet
Ἀντώνιος δὲ Μάρκος εἰς τὴν Ἀσίαν ἐλθών ,τὰ μὲν αὐτὸς περιιών, ἐς δέ τινα στέλλων ἑτέρους, τάς τε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. τῆς δέ γε Κλεοπάτρας ἐν Κιλικίᾳ ὀφθείσης αὐτῷ, ἔρωτι τῆς γυναικὸς οὐκέτ’ οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο ,ἀλλὰ τῇ Αἰγυπτίᾳ ἐδούλευε· καὶ ἄλλα τε διὰ τοῦτο ἔπραξεν ἄτοπα καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπέκτεινε · καὶ τέλος ἀπῆρεν εἰς Αἴγυπτον. ὅθεν οἶ Πάρθοι, καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο, τοῦ Λαβιηνοῦ πρὸς τοῦτο σφᾶς ἐρεθίσαντος ὃς τῷ Βρούτῳ μὲν καὶ τῷ Κασσίῳ συνεστρατεύετο ,πεμφθεὶς δὲ παρ’ ἐκείνων εἰς Πάρθους συμμαχίαν αἰτουμένων, ὡς τὴν ἐκείνων ἥτταν ἔγνω, κατέμεινε παρὰ τοῖς βαρβάροις, καὶ τότε τοῦ πολέμου τε ἡγεμὼν γενέσθαι ὑπέσχετο, καὶ πολλὰ μεταστήσειν τῶν ἐθνῶν ἐπηγγείλατο. ὅθεν καὶ δύναμιν πολλὴν πρὸς τοῦ τῶν Παρθῶν βασιλέως Ὀρώδου ἔλαβε, καὶ τῷ υἱῷ αὐτοῦ τῷ Πακόρῳ συνα- πεστάλη. καὶ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειρώσατο πλὴν Τυροῦ, καὶ εἰς Παλαιστίνην εἰσέβαλεν, ὁ δὲ Λαβιηνὸς τήν τε Κιλικίαν κατέσχε καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις. Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα, ὥσπερ δὴ καὶ τἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα ,ὑπὸ δὲ τοῦ ἔρωτος καὶ τῆς μέθης οὔτε τῶν πολιτῶν οὔτε τῶν συμμάχων ἐφρόντιζε, τῇ Κλεοπάτρᾳ δὲ καὶ τοῖς Αἰγυπτίοις συνετρύφα ,μέχρις οὗ παντελῶς κατελύθη. ὀψὲ δ’ οὖν ποτε ἐξαναστὰς ἔπλευσεν εἰς Τυρὸν · τὸν δὲ τοῦ Σέξτου προφασισάμενος πόλεμον ἀπέλιπεν αὐτούς ,καὶ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς εἰς τὴν Ἑλλάδα διῆλθεν. ἔνθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ ἐντυχών, τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ ἐσπείσατο. εἶτα εἰς τὴν Ἰταλίαν περαιωθείς, τινὰ μὲν ταύτης κατέσχε, τινὰ δ' ἐπολιόρκει. καὶ ὁ Καῖσαρ τὰς δυνάμεις ἤθροιζε. συνερρωγότων οὖν αὐτῶν ἐς τὸν πόλεμον ἥ τε ἄλλη Ἰταλία ἐταράσσετο καὶ ἡ Ῥωμη δὲ μάλιστα. ἐν τούτοις ἡ Φουλβία ἐν Σικυῶνι διάγουσα ἐτελεύτησεν. τησεν. ὡς δὲ τοῦτο ἠγγέλθη, τά τε ὅπλα κατέθεντο ἄμφω καὶ συνηλλάγησαν. καὶ Καῖσαρ μὲν Σαρδῶ τε καὶ Δαλματίαν τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν ἐκληρώσατο, Ἀντωνίῳ δὲ πάντα τὰ ἄλλα τὰ ὑπὲρ τὸν Ἰόνιον τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ Ρωμαίοις ὄντα ἐπέλαχε· τὰ δ’ ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχον. Τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις ἐδάσαντο, τὸν δὲ πρὸς τὸν Σέξτον πόλεμον ἐκοινώσαντο· καὶ ἐπὶ ταῖς καταλλαγαῖς εἱστίασαν ἀλλήλους ἐν τοῖς περὶ τὸ Βρεντέσιον στρατοπέδοις, Καῖσαρ μὲν ῥωμαϊκῶς τε καὶ στρατιωτικῶς ,Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰ- γυπτίως. κατηλλαγμένων δ’ αὐτῶν ὡς ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ τότε συνόντες τῷ Καίσαρι ἀπῄτουν παρ’ αὐτοῦ τὰ χρήματα ἆ ἀπὸ τῆς μάχης τῆς ἐν Φιλίπποις ὑπέσχοντο σφίσι, δι’ ἃ καὶ ἐς τήν Ἀσίαν, ὅπως πλεῖστα ἀθροίσειεν, ἔσταλτο. κἄν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μὴ σφάς ὁ Καῖσαρ κατέσχεν, ἐλπίσι μετεωρίσας αὐτούς. καὶ μετὰ τοῦτο τοῦ πρὸς τὸν Σέξτον πολέμου ἥπτοντο. λιμοῦ δὲ τοὺς ἐν τῇ‘ Ῥώμῃ τοῦ Σέξτου θαλασσοκρατοῦντος πιέζοντος, τελῶν τε πολλῶν καὶ παντοίων ἐπιτασσομένων αὐτοῖς, δεινῶς ἤσχαλλον, καὶ οὐκέθ’ ἡσύχαζον, ἀλλὰ παρεκάλουν σφὰς σπείσασθαι τῷ Σέξτῳ. ὡς δ’ οὐκ ἔπειθον, πρὸς τὸν Σέξτον ἀπέκλιναν, καὶ τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐξήλασαν ἐκ τῆς ἀγορᾶς, τάς τε τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰκόνας κατέβαλον, καὶ ἐπ’ αὐτοὺς ὡς ἀποκτενοῦντες σφᾶς ὥρμησαν. ὅθεν ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι. καὶ πρῶτον μὲν διὰ τῶν ἑταίρων αὐτῷ διειλέχθησαν, ἔπειτα καὶ αὐτοὶ ἐς λόγους ἦλθον. καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις, ὥστε τοὺς αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν, καί τισιν αὐτῶν δημαρχίας τε καὶ στρατηγίας καὶ ἱερωσύνας εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον ὕπατόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι κἀκ τῆς πατρῴας οὐσίας χιλίας πεντακοσίας πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι, μὴ αὐτομόλους δεχόμενον, μὴ ναῦς ἐπικτώμενον, μή τινα ἐν τῆ Ἰταλίᾳ ἔχοντα φρούρια, ἀλλὰ τήν τε εἰρήνην τὴν ἐν τῇ θαλάσσῃ αὐτῇ πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα. Τὰς γοῦν συνθήκας ταύτας συγγραψάμενοι, καὶ τὰ γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παραθέμενοι, δεξιάς τε σφίσιν ἔδοσαν καὶ ἀλλήλους ἐφίλησαν· καὶ ἐπὶ τούτοις ἄπλετος ἠγέρθη βοὴ κἀκ τῆς ἠπείρου κἀκ τῶν νεῶν, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι. μετὰ ταῦτα μέντοι οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δὲ ὁ Σέξτος ἄμφω σὺν ὀλίγοις ἐν τῷ σκάφει ὄντας κτανεῖν, ὡς καὶ ὁ ἐξελεύθερος αὐτῷ Μηνᾶς συνεβούλευσε, τεμεῖν εἰπὼν εἰ βούλοιτο τὸ πρυμνήσιον καὶ ἀποπλεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τό τοῦ Καίσαρος ἀδελφιδῷ ἐνηγγύησε.