Ancient Greek · ~22 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.23.1
Not analysed yet
Καὶ οὗτος μὲν ὁ πόλεμος ἀνεβέβλητο· ἐς τὴν Ἑλλάδα δὲ ὁ Ἀντώνιος ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐπὶ πλεῖστον ἐν ταύτῃ διέτριψε, τάς τε ἐπιθυμίας ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ὡς ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι, καὶ ἄλλα δὲ πολλὰ ἐξεδιῃτήθη παρὰ τὰ πάτρια, καὶ Διόνυσον νέον ἑαυτὸν ἐκάλει καὶ παρὰ τῶν ἄλλων ὀνομάζεσθαι ἤθελε. καὶ τῶν Ἀθηναίων διὰ ταῦτα τὴν Ἀθηνᾶν αὐτῷ κατεγγυμένων, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν ἐπράξατο παρ’ αὐτῶν. Κἀκεῖνος μὲν περὶ ταῦτα εἶχε, τὸν δὲ Βεντίδιον τὸν Πούπλιον εἰς τὴν Ἀσίαν προέπεμψεν. ὃς τῷ Λαβιηνῷ συμμίξας μετά τε τῶν περὶ αὐτὸν Ῥωμαίων καὶ τῶν Παρθῶν παραταξαμένῳ τρέπεται τούτους· καὶ πολλοὶ μὲν τῶν Παρθῶν παρὰ τόν πολεμίων ἐσφάγησαν, πλείους δὲ ὑπ’ ἀλλήλων ἐφθάρησαν ἐν τῇ φυγῇ συμπατούμενοι, οἵ τε περιλειφθέντες εἰς Κιλικίαν ἔφυγον. ὁ Λαβιηνὸς δὲ αὖθις ἡτοιμάζετο ἥξειν ἐς χεῖρας αὐτῷ. οἱ δὲ στρατιῶται ἀθυμοῦντες διὰ τὴν τῶν βαρβάρων φυγήν, ἀποδρᾶναι νυκτὸς ἐπεχείρησαν. καὶ τοῦτο ἐξ αὐτομόλου προγνοὺς ὁ Βεντίδιος, πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει λοχήσας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς εἰς ἑαυτὸν ἐπεσπάσατο. ἐκεῖνος δὲ τότε μὲν διέφυγεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω, ὃς τοῦ προτέρου Καίσαρος ἐξελεύθερος ὤν, τότε παρὰ τοῦ Ἀντωνίου εἰς Κύπρον ἀπέσταλτο. Βεντίδιος δὲ τὴν Κιλικίαν ἐκομίσατο καὶ Σίλωνα μεθ’ ἱππέων εἰς τὸν Ἀμανὸν προέπεμψεν, ὄρος δὲ τοῦτό ἐστιν ἐν μεθορίοις Κιλικίας καὶ Συρίας κείμενον, κομιδῇ στενὴν ἔχον τὴν δίοδον· ἔνθα καὶ ἐκινδύνευσεν ἂν ὑπὸ τῶν παρὰ τοῦ Πακόρου τεταγμένων φυλάττειν αὐτό, εἰ μὴ κατὰ τύχην ὁ Βεντίδιος μαχομένῳ αὐτῷ ἐπιστὰς ἐβοήθησε. καὶ οὕτω τήν τε Συρίαν, πλὴν τῶν Ἀραδίων, παρέλαβεν, εἶτα καὶ τὴν Παλαιστίνην κατέσχεν. Ἀππίου δὲ Κλαυδίου καὶ Γαίου Νωρβανοῦ ὑπατευόντων τὸ πλῆθος πρὸς τοὺς τελώνας βαρυνόμενον ταῖς εἰσπράξεσιν ἐστασίασε, κἀκείνοις καὶ τοῖς ὐπηρέταις τοῖς τε στρατιώταις τοῖς συνεισπράττουσι σφίσι τὰ χρήματα ἐς χεῖρας ἤ̣εσαν. Ὁ δὲ Καῖσαρ τὴν Λιβίαν ἔγημεν. ἦν δὲ θυγάτηρ μὲν Λιβίου Δρούσου, ὃς ἑαυτὸν μετὰ τὴν ἐν Μακεδονίᾳ ἧτταν διεχειρίσατο, γυνὴ δὲ τοῦ Νέρωνος, καὶ ἔγκυος ἦν ἐξ ἐκείνου μῆνα ἔικτον. διστάζοντος δὲ διὰ τοῦτο τοῦ Καίσαρος ἀγαγέσθαι αὐτὴν ἐν γαστρὶ ἔχουσαν, οἶ ἱερεῖς οἱ ποντίφικες, εἰ μὴ ἀνόσιον εἴη τοῦτο, ἐρωτηθέντες εἶπον ὡς εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ὑπερτεθῆναι τὸν γάμον ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐ ’δεν κωλύει αὐτὸν γενέσθαι, τάχα μὲν οὕτως καὶ ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, εἰ δὲ καὶ μὴ εὗρον, οὕτως αὐτὸ εἰπόντες διὰ τὸν Καίσαρα. ἐξέδωκε δὲ αὐτὴν αὐτός ὁ ἀνὴρ ὥσπερ τις πατήρ. συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα, καὶ αὐτὸν ὁ Καῖσαρ τῷ πατρὶ ἔπεμψεν· ὃς τελευτῶν πολλῷ ὕστερον τούτῳ τε καὶ τῷ Τιβερίῳ ἐπίτροπον αὐτὸν τὸν Καίσαρα καταλέλοιπεν. Ἐν δὲ τούτῳ ὁ Καῖσάρ τε καὶ ὁ Σέξτος ἐπολέμησαν· οὐ γὰρ ἐθελονταί, ἀλλ’ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι οὐδ’ ἐνέμειναν ταύτῃ. ἔμελλον μὲν γάρ, εἰ καὶ μὴ σκῆψις αὐτοῖς ἐγένετο, μαχέσασθαι. τέως δ’ οὖν καί τινες αὐτοῖς αἰτίαι λαβὰς τῆς μάχης δεδώκασι. Μηνᾶς γὰρ ἐξελεύθερος ὢν τοῦ Σέξτου καὶ ἐν τῇ Σαρδοῖ τῇ νήσῳ τυγχάνων ὑπωπτεύθη δι’ ἄλλα τε καὶ ὅτι τῷ Καίσαρι ἐκεκοινολόγητο, καὶ μεταπεμφθεὶς ὑπὸ Σέξτου ὡς λόγους δώσων περὶ ὧν διῳκήκει, τοὺς μὲν πεμφθέντας ἀπέκτεινε, τὴν δὲ νῆσον τῷ Καίσαρι καὶ τὸ ναυτικόν καὶ τὸ λοιπὸν στράτευμα καὶ ἑαυτὸν παραδέδωκεν. ὁ δὲ αὐτὸν μεγάλως τετίμηκε· δακτυλίοις τε γὰρ χρυσοῖς ἐκόσμησε καὶ τοῖς ἱππεῦσι συγκατηρίθμησε. τὸ δὲ τῶν δακτυλίων τοιοῦτόν ἐστιν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν ἀπελευθέρων, ἀλλ’ οὐδὲ τῶν ἐλευθέρων, πλὴν τῶν βουλευτῶν καὶ ἱππέων, δακτυλίοις χρυσοῖς κεχρῆσθαι ἐξῆν, εἰ μὴ ὁ τὸ κράτος ἔχων τοῦτο ἐπέτρεψε. τοῦτον οὖν τοῦ Σέξτου ἐκδοθῆναί οἶ αἰτήσαντος ὁ Καῖσαρ οὐκ ἐξέδωκεν, ἀντεγκαλῶν τῷ Σέξτῳ τὸ τοὺς αὐτομόλους τε ὑποδέχεσθαι τριήρεις τε ναυπηγεῖν παρὰ τὰ συγκείμενα καὶ ἕτερ’ ἄττα. ὁ δὲ δὴ Σέξτος διά τε τὸν Μηνᾶν καὶ δι’ ἄλλα τὸν Καίσαρα αἰτιώμενος, πέμψας πολλὰ τῆς Καμπανίας ἐπόρθησε. καὶ ὁ Καῖσαρ τοῦτο μαθὼν τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον μετεπέμψατο. καὶ ὁ μὲν Λέπιδος οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐκ τῆς Ἑλλάδος εἰς τὸ Βρεντέσιον, πρὶν δὲ τῷ Καίσαρι συνελθεῖν, δείσας ὅτι λύκος εἰς τὸ στρατήγιον αὐτοῦ εἰσῆλθε καὶ στρατιώτας ἔφθειρεν, εἰς τὴν Ἑλλάδα πάλιν ἀνέπλευσε, προφασισάμενος τὰ τῶν Παρθῶν ὡς κατεπείυοντα. Ὁ δὲ Σέξτος προθυμότερον εἴχετο τῶν πραγμάτων, καὶ τῇ Ἰταλίᾳ ἐπέπλει, καὶ πολλὰ μὲν ἐκάκου, οὐ μείω δὲ καὶ ἀντέπασχε. καὶ ναυμαχιῶν δὲ γεγονυιῶν οἱ τοῦ Σέξτου μᾶλλον ἐκράτουν, πολλῶν μὲν νηῶν τοῦ Καίσαρος καὶ ἐν ταῖς ναυμαχίαις φθαρεισῶν, πολλῶν δὲ καὶ ὑπὸ βιαίων πνευμάτων κινδυνευσασῶν, ὥστε τὸν Καίσαρα βουλόμενον εἰς Σικελίαν ἐμβαλεῖν τοῦτο μὲν ἀπογνῶναι, τῆς δὲ παραθαλασσίας ἠπείρου τὴν φυλακὴν ποιεῖσθαι ἀγαπητῶς. ὁ Σέξτος δ’ ἔτι μᾶλλον ἤρθη, καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἐκάκου, εἰς δὲ τὴν Λιβύην τὸν Ἀπολλοφάνη ἀπέστειλε. Καῖσαρ μέντοι πλοῖά τε πολλὰ ἐναυπήγει καὶ ἐρέτας παρά τε τῶν βουλευτῶν καὶ τῶν ἰππέων καὶ τῶν δημοτῶν συνέλεγεν, ὁπλίτας τε κατελέγετο καὶ χρήματα πανταχόθεν συνήθροιζε· καὶ αὐτὸς μὲν τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ διέταττε, τῷ δ’ Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας ἐκπονῆσαι καὶ ἐξασκῆσαι τοῦτο ἐκέλευσε. καὶ ὃς τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἥθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δ’ ἐπ’ ἰκρίων ἐρέττειν ἤσκει. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ταῖς τῶν ἀρχόντων πρὸς ἀλλήλους στάσεσιν, ἔθραττον δὲ αὐτοὺς καὶ σημεῖα ἄλλα τε καὶ ὅτι λευκὴν ὄρνιν κλώνιον δάφνης ἐγκάρπου φέρουσαν ἀετὸς ἁρπάσας εἰς τὸν κόλπον τῆς Λιβίας ἐνέβαλεν· ὃ οὐ μικρὸν σημεῖον ἐδόκει. ἡ δὲ τῆς τε ὄρνιθος ἐπεμελήθη καὶ τὴν δάφνην ἐφύτευσε, καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν, ἡ δὲ Λιβία ἐγκολπώσασθαι τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλεν.