Ancient Greek · ~17 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.24.1
Not analysed yet
Ἐν δὲ τούτῳ τῷ χρόνῳ ἦλθε μὲν ὁ Ἀντώνιος ἐκ τῆς Συρίας εἰς Ἰταλίαν, ὡς τῷ Καίσαρι διὰ τὰ συμβεβηκότα αὐτῷ τοῦ πρὸς τὸν Σέξτον μεθέξων πολεμου, οὐ μέντοι παρέμεινεν, ἀλλὰ ναῦς δοὺς αὐτῷ καὶ ἑτέρας πέμψειν ἐπαγγειλάμενος ὁπλίτας ἀντείληφεν, αὐτὸς δὲ ὡς ἐπὶ Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἀπιέναι αὐτόν ᾐτιάσαντο ἀλλήλους· εἶτα καὶ διηλλάγησαν, τῆς Ὀκταβίας τὰς διαλλαγὰς πραττούσης. ἡ δὲ Ὀκταβία τοῦ Καίσαρος ἦν ἀδελφή, ἣ μετὰ θάνατον τῆς Φουλβίας τῷ Ἀντωνίῳ συνήφθη παρὰ τοῦ ἀδελφοῦ, τοῦ ἀνδρὸς αὐτῆς ᾧ συνῴκει πρότερον τελευτήσαντος. καὶ ἐπειδὴ οὔπω παρῆκεν ὁ πένθιμος χρόνος, ψήφῳ τῆς συγκλήτου ἐλύθη τὸ ἐπιτίμιον. καὶ τότε δέ, ἔνα πλείων αὐτοῖς ἐκ συγγενείας σύνδεσμος γένοιτο, Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα ὁ Καῖσαρ τὴν ἑαυτοῦ κατηγγύησεν. ἐπλάττοντο δὲ ταῦτα καὶ ὑπεκρίνοντο διὰ τὰ τότε σφίσιν ὑπάρχοντα πράγματα. τὸν δὲ Σέξτον τῆς τε ἱερωσύνης ἔπαυσαν καὶ τῆς ὑπατείας, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν εἰς ἄλλην πενταετίαν ἐπέτρεψαν· ἡ γὰρ προτέρα ἤδη ἐξεμετρήθη. Καὶ Ἀντώνιος μὲν εἰς Συρίαν ἠπείγετο, Καῖσαρ δὲ εἰς τὸν πρὸς Σέξτον πόλεμον ἡτοιμάζετο. ὁ δὲ Μηνὰς πρὸς τὸν Σέξτον αὖθις ἀπηυτομόλησεν, ἄπιστος ὢν καὶ θεραπεύων ἀεὶ τὰ τοῦ κρείττονος. Καῖσαρ δὲ τοῦ ἔαρος ἐπιστάντος ὥρμησε κατὰ τῆς Σικελίας, περισχεῖν ἐλπίσας τῷ στόλῳ αὐτήν, καὶ τῷ τε πλήθει τεθαρρηκὼς τῶν σκαφῶν καὶ τῷ μεγέθει καὶ τοῖς πύργοις οἷς ἔφερον, ἕν ἐξ αὐτῶν ὡς ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀνταγωνίζωνται. ἀπιόντι δὲ χειμὼν συνέβη βαρύτατος καὶ πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνὰς ταῖς λοιπαῖς τεταραγμέναις ἐπενεχθεὶς συχνὰς μὲν ἔκαυσε, τὰς δ’ ἀνεδήσατο. εἰ δὲ μὴ αὐθις τῷ Καίσαρι προσεχώρησε καὶ τὸ ναυτικὸν οὗ ἦρχε προέδωκεν, εἰς κενὸν ἂν καὶ τότε τῷ Καίσαρι ὁ ἐπίπλους ἐγένετο. ηὐτομόλησε δ’ ὁ Μηνὰς πρὸς ἅπαν παρὰ τοῦ Σέξτου ὑποπτευόμενος· ἀλλ’ οὐδ’ ὁ Καῖσαρ ἔτι αὐτῷ ἐπίστευεν. ἐπεὶ δὲ τόν στόλον ὁ Καῖσαρ αὖθις ἀνεκτήσατο, εἰς τὴν ἤπειρον ἀνεκομίσθη, ὡς τὸ πεζὸν τοῦ στρατεύματος εἰς τὴν Σικελίαν, ὅτε καιρός, περαιώσων. ὁ δὲ Σέξτος ἐν Μεσσήνῃ τὸν αὐτοῦ διάπλουν ἐτήρει. τῷ δ’ Ἀγρίππᾳ εἰς Λιπάραν σὺν ταῖς ναυσὶ καταλειφθέντι παρὰ τοῦ Καίσαρος Δημόχαριν ἀνθορμεῖν ἐν Μυλαῖς ἐκέλευσε. καὶ διέτριψαν ἐκεῖσε χρόνον ὑπόσυχνον, τέλος δὲ ὁ. Ἀγρίππας σὺν ταῖς ἀρίσταις τῶν νεῶν ἐπὶ κατασκοπὴν τῶν ἐναντίων ἀπελήλυθε. καὶ ὡς οὔτε πάντας κατεῖδεν οὔτ’ ἀναχθῆναί τις ἠθέλησεν, ἐπανῆλθε, καὶ παρεσκευάζετο ὡς πολεμήσων τῇ ἐπιούσῃ. τὰ δ αὐτὰ καὶ τῷ Δημοχάρει συμβέβηκε, καὶ ἡτοιμάζετο κἀκεῖνος ὡς τοῖς πολεμίοις ἐπελευσόμενος, καὶ τὸν Σέξτον δὲ μετεπέμψατο. ἡμέρα τε ἤδη ὑπέλαμπε καὶ ἄμφω τὰ ναυτικὰ ἐπ’ ἄλληλα ἔπλεον καὶ τῆς ναυμαχίας ἀπήρξαντο. καὶ ἐπὶ πλεῖστον μὲν ἀγχωμάλως ἠγωνίσαντο, ὀψὲ δ’ οὑν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξαν. Καῖσαρ δὲ τοῦ Σέξτου ἐκ τῆς Μεσσήνης διὰ τὴν ναυμαχίαν ἀπάραντος ἀκινδύνως ἐπεραιώθη πρὸς Ταυρομένιον. ἤδη δὲ τῆς ναυμαχίας παυθείσης σπουδῇ πρὸς τὴν Μεσσήνην ὁ Σέξτος ἀφίκετο, καὶ μαθὼν περαιωθέντα τὸν Καίσαρα, προσέμιξεν αὐτῷ κατὰ γῆν. καὶ ὁ Καῖσαρ τοῦ τε ναυτικοῦ τό πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη· τέως δ’ οὖν εἰς τὴν ἤπειρον διασέσωστο. ἤχθετο δὲ τοῦ στρατεύματος ἐν τῇ νήσῳ ἀπειλημμένου, καὶ οὐ πρὶν ἀνεθάρσησεν ἴως ἰχθὺς ἀναθορὼν ἐκ τῆς θαλάσσης αὐτόματος πρὸς τοὺς πόδας αὐτοῦ ἔπεσε· τοῦτο γὰρ οἶ μάντεις δηλοῦν ἐξηγήσαντο ὅτι δουλώσεται τὴν θάλασσαν. ἡ δὲ τοῦ Καίσαρος στρατιὰ ἐπολιορκεῖτο, καὶ ἐπεὶ τὰ ἐπιτήδεια ἐπέλιπον σφᾶς καὶ ὁ βοηθήσων οὐκ ἦν, ὁ ταύτης ἄρχων Κορνουφίκιος τά τε σκάφη ὅσα ἐκ τῆς ναυμαχίας περισέσωστο ἔκαυσε καὶ αὐτὸς πρὸς τὰς Μυλὰς ἀπῆγε τὴν στρατιάν. καὶ πολλὰ ἐκακώθησαν παρὰ τῶν ἐναντίων ἐφεπομένων αὐτοῖς ἔν τε τῇ ἄλλῃ πορείᾳ καὶ μᾶλλον ἐν ταῖς τῶν ποταμῶν διαβάσεσι. καὶ ἐπὶ τρεῖς ἡμέρας ἔπασχον οὕτως, τῇ δέ γε τελευταίᾳ πάντῃ αὐτοὺς ἐκάκωσαν, προσγενομένου αὐτοῖς καὶ τοῦ Σέξτου. καὶ πάντες ἂν διεφθάρησαν, εἰ μὴ σφῶν καὶ ἄκοντες ἀπέσχοντο οἱ πολέμιοι. ὁ γὰρ Ἀγρίππας νικήσας τὴν ναυμαχίαν ἐς Σικελίαν ἐπεραιώθη καὶ σῖτόν τε τῷ στρατῷ καὶ βοήθειαν ἔπεμψε. καὶ ὁ Σέξτος αὐτὸν τὸν Ἀγρίππαν ἥξειν ἐκεῖ προσδοκήσας καὶ φοβηθείς, σπουδῇ ἀνεχώρησεν, ὥστε σκεύη τινὰ καὶ ἐπιτήδεια καταλεῖψαι ἐν τῷ ἐρύματι, ἐξ ὧν τραφέντες οἶ περὶ τὸν Κορνουφίκιον πρὸς τὸν Ἀγρίππαν ἀπῄεσαν· οὓς ὁ Καῖσαρ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο.