Ancient Greek · ~21 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.25.1
Not analysed yet
Μετὰ τοῦτο δ’ ἐς τὴν Σικελίαν ἐλθόντι τῷ Καίσαρι περὶ τὸ Ἀρτεμίσιον ὁ Σέξτος ἀντεστρατοπεδεύσατο. ἀντικαθημένων δ’ ἀλλήλοις καὶ ἀκροβολιζομένων τῷ μὲν Σέξτῳ ὁ Γάλλος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσήνωντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ Λέπιδος διηνέχθη τῷ Καίσαρι, αὐτὸς μὲν ἐκ τοῦ ἴσου συνδιοικεῖν αὐτῷ τὰ πάντα βουλόμενος, ἐκείνου δὲ ὡς ὑποστρατήγῳ αὐτῷ χρωμένου ἐν ἅπασι. διὸ καὶ πρὸς τὸν Σέξτον ἀπέκλινε, καὶ ἐκοινολογεῖτο δι’ ἀπορρήτων αὐτῷ. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἔσπευσε πρὶν νεοχμωθῆναί τι διὰ μάχης τῷ Σέξτῳ χωρήσαι. καὶ ναυμαχίας τε κατὰ θάλασσαν συρραγείσης, καὶ κατὰ γῆν τῶν πεζῶν ἀμφοῖν παρατεταγμένων, ἐπὶ πολὺ μὲν τῆς ναυμαχίας γινομένης ἰσορρόπου τε καὶ ἰσοπαλοῦς τὰ πεζὰ καὶ ἄμφω στρατεύματα ἐθεῶντο καὶ ἠγωνίων· ἐπεὶ δ’ οἶ τοῦ Σέξτου ἐτράποντο, οἱ μὲν ἐπαιάνισαν, οἶ δ’ ὠλοφύροντο. καὶ οἱ μὲν τοὐ Σέξτου πεζοὶ πρὸς τὴν Μεσσήνην ἐχώρουν ἄτε καὶ αὐτοὶ συνηττηθέντες τῷ ναυτικῷ, ὁ δὲ Καῖσαρ τοὺς ἐκπίπτοντας τῶν ἡττωμένων εἰς τὴν γῆν ἐξεδέχετο καὶ τῶν σκαφῶν ὅσα προσώκειλον ἐνεπίμπρα. κἀν τούτῳ ὁ μὲν Δημόχαρις ἑαυτὸν ἀπέσφαξεν, ὁ δ’ Ἀπολλόδωρος τῷ Καίσαρι προσεχώρησε. τοῦτο δὲ ἄλλοι τε καὶ ὁ Γάλλος καὶ οἱ ἱππεῖς οἶ σὺν αὐτῶ πάντες καί τινες τῶν πεζῶν πεποιήκασιν. Ὁ Σέξτος δ’ ἐντεῦθεν ἀπογνοὺς καὶ τὴν θυγατέρα καὶ ἄλλους παραλαβὼν τά τε χρήματα καὶ τῶν ἄλλων τὰ τιμιώτερα εἰς τὰς ναῦς τὰς κρείττους τῶν σωθεισῶν ἐνθέμενος ἀπῆρε νυκτός· οὐδ’ ἐπεδίωξέ τις αὐτόν, ὅτι τε λάθρᾳ ἐξέπλευσε καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ γέγονε ταραχῇ. ὁ γὰρ Λέπιδος τῇ Μεσσήνῃ ἐπελθὼν καὶ εἰσδεχθεὶς εἰς αὐτὴν τὰ μὲν ἐνεπίμπρα, τὰ δ’ ἥρπαζεν· εἶτα φοβηθεὶς ἐπελθόντα τὸν Καίσαρα, ἐπὶ λόφον καρτερὸν στρατοπεδευσάμενος, πάντα τε ὅσα ἐλαττοῦσθαι ἐνόμιζεν ἐπενεκάλει αὐτῷ, καὶ ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ἀντεποιεῖτο ὡς αὐτὴν καταστρεψάμενος, καὶ ταῦτα πέμπων τινὰς ὡμίλει τῷ Καίσαρι, ἔχων ἅς τ’ ἐκ τῆς Λιβύης ἐπῆκτο δυνάμεις καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας. ὁ δὲ Καῖσαρ τοῖς ὅπλοις θαρρῶν εὐθὺς ἐπ’ αὐτὸν μετ’ ὀλίγων τινῶν ὥρμησε. δόξας δὲ διὰ τὴν τῶν συνεπομένων ὀλιγανδρίαν εἰρηνικόν τι πράξειν, ἐς τὸ στρατόπεδον εἰσεδέχθη. ὡς δ’ οὐδὲν πρὸς τὴν καταλλαγὴν ἔλεγε, παρωξύνθησαν οἱ τοῦ Δεπίδου καί τινας τῶν ἐκείνου ἀπέκτειναν, αὐτὸς δὲ βοηθείας τυχών ἐσώθη. καὶ μετὰ τοῦτο αὖθις ἐπῆλθεν αὐτοῖς σὺν παντὶ τῷ στρατῷ καὶ ἐπολιόρκει κατακλείσας σφᾶς εἰς τὸ τάφρευμα. φοβηθέντες οὑν τὴν ἅλωσιν ἀθρόοι μὲν αἰδούμενοι τόν Λέπιδον οὐ μετέστησαν πρὸς τὸν Καίσαρα, κατ’ ὀλίγους δὲ προσεχώρουν αὐτῶ. καὶ οὕτω κἀκεῖνος ἐθελοντὴς δῆθεν ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτῷ προσελήλυθε. καὶ ὁ μὲν τῆς ἐξουσίας τε παρελύθη καὶ ἐν τῇ Ἰταλίᾳ δίαιταν ἐπεποίητο ἔμφρουρον. τῶν δὲ τὰ τοῦ Σέξτου πραξάντων τινὰς μὲν ἐκόλασεν, ἐνίους δ’ ἀφῆκε· καὶ τῶν πόλεων τὰς μὲν ἑκουσίως προσχωρησάσας αὐτῷ συγγνώμης ἠξίωσε, τὰς δ᾿ ἀντιστάσας αὐτῷἐδικαίωσεν. Οἱ στρατιῶται δὲ ἐστασίασάν τε καὶ ἐθρασύνοντο καὶ συλλεγόμενοι ᾔτουν ἕκαστος ὃ ἐπόθει. τοῦ δὲ Καίσαρος ἐν ὀλιγωρίᾳ σφᾶς ποιουμένου, ὡς μή τινος πολεμίου παρόντος, ἐπηπείλουν. ὡς δ᾿ οὐδὲν ἤνυον, τῆς στρατείας ἀφεθῆναι ἠξίουν θυμῷ καὶ βοῇ· λήψεσθαι γὰρ ἤλπισαν ἃ ἀπῄτουν διὰ τὴν ἀπειλὴν τῆς ἐγκαταλείψεως. ὁ δὲ Καῖσαρ μὴ δεῖν νομίζων ἐξ ἀνάγκης τὸν ἄρχοντα τοῖς ὑπηκόοις ὑπείκειν, εὔλογά τε αὐτοὺς ἀξιοῦν ἔφη καὶ διῆκε πρῶτον μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον αὐτῷ συστρατεύσαντας, ὡς δὲ καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ τοὺς δέκατον ἔτος στρατευσαμένους διαφῆκεν, εἰπὼν ὡς οὐδενὶ ἔτ᾿ αὐτῶν οὐδ᾿ ἂν τὰ μάλιστα ἐθελήσωσι χρήσεται. ὃ ἀκούσαντες οὐδὲν ἔτι ἐφθέγξαντο, ἀλλὰ προσέχειν αὐτῷ ἤρξαντο. Καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ διῴκησε καὶ τὴν Λιβύην ἑκατέραν πέμψας ἀμαχεὶ παρεστήσατο, καὶ οἱ ἐν τῇ ῾Ρώμᾐ πολλὰς αὐτῷ τιμὰς ἐψηφίσαντο· Σέξτος δὲ ἐκ τῆς Μεσσήνης ἀναχθείς, ὑποτοπήσας δὲ διωχθῆναι ἢ καὶ προδοθῆναι ὑπὸ τόν συνόντων, προεῖπε μὲν διά τοῦ πελάγους πλεύσειν, ἀποσβέσας δὲ τὸν πυρσὸν ὃν αἱ στρατηγίδες τριήρεις ὡς καὶ αἱ λοιπαὶ αὐταῖς ἐφέπωνται φαίνουσιν, εἰς Κεφαλληνίαν κατέπλευσεν· ἔνθα καὶ οἱ λοιποὶ κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο. συγκαλέσας οὖν αὐτοὺς καὶ τὸ στρατιωτικὸν ἀποδυσάμενος ἔνδυμα ἄλλα τε εἶπε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὐ λήσουσι, σκεδασθέντες δὲ ῥᾴω ποιήσονται τὴν διάφευξιν. κἀκ τούτου ἄλλων ἄλλοσε ἀποχωρησάντων αὐτὸς ἐς τὴν Ἀσίαν ἐπεραιώθη, γνώμης ὢν ὁρ- μῆσαι πρὸς τὸν Ἀντώνιον. ἐν Λέσβῳ δὲ μαθὼν ἐκεῖνον μὲν ἐς Μήδους στρατεῦσαι, πεπολεμῶσθαι δὲ τὸν Εαίσαρα καὶ τὸν Λέπιδον, καὶ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξασθαι, τό τε στρατηγικὸν ἀνέλαβε σχῆμα καὶ παρεσκευάζετο ὡς καὶ τὴν περαίαν καταληψόμενος. κἀντεῦθεν τοῦ Ἀντωνίου τὰ πραττόμενα ὑπ’ αὐτοῦ γνόντος, ἄδειάν τε αὐτό καὶ εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου, κατένευσε μέν, οὐκ ἐποίησε δέ γε ὡς ἐπηγγείλατο, ἀλλὰ καὶ τῶν πραγμάτων ὡς πρῴην εἴχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύσατο. ταῦτα δὲ μαθὼν ὁ Ἀντώνιος τὸ ναυτικὸν μετὰ Μάρκου Τιτίου ἐπ’ αὐτὸν ἔπεμψε. καὶ ὃς φοβηθεὶς διεπρεσβεύσατο πρὸς Ἀντώνιον. ὡς δ’ ἐκεῖνος οὐκ ἔφη σπείσασθαι, εἰ μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν αὐτοῦ παραλήψοιτο δύναμιν, τὰ βαρύτερα τῶν σκευῶν εἰς τὰς ναῦς ἐμβαλὼν αὐτάς τε κατέκαυσε καὶ εἰς τὴν μεσόγειαν ὥρμησε. καὶ οἶ τοῦ Ἀντωνίου ἐπιδιώξαντες αὐτὸν κατέλαβον καὶ ἐζώγρησαν. ὃ μαθὼν ὁ Ἀντώνιος εὐθὺς μὲν ὑπ’ ὀργῆς ἐπέστειλε κτανθῆναι αὐτόν, ὕστερον δὲ μεταμεληθεὶς ἔγραψε σωθῆναι αὐτόν. τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρῶτον προφθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανεῖν αὐτὸν ὁ κατέχων κομισάμενος, καὶ ἢ νομίσας ὄντως δεύτερα εἶναι ἢ ἄγνοιαν τοῦ ὄντος ὑποκρινάμενος, τὸν Σέξτον τὸν Πομπήιον ἐθανάτωσε.