Ancient Greek · ~18 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.26.1
Not analysed yet
Καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος ἐγένετο, Ἀντώνιος δὲ διὰ τοῦ Βεντιδίου τοὺς Πάρθους ἐνίκησεν. ὅ τε γὰρ βασιλεὺς ἐκείνων ὁ Πάκορος ἐν τῷ πολέμῳ ἔπεσε καὶ οἱ βάρβαροι οἶ μὲν ἐκτάνθησαν ἐν τῇ μάχῃ, οἱ δὲ ἔφυγον, καὶ τὰς τῆς Συρίας πόλεις ὁ Βεντίδιος ὑπηγάγετο. εἶτα κατὰ τοῦ Ἀντιόχου τοῦ τῆς Κομαγηνῆς βασιλεύοντος ἐπεστράτευσεν. ἐνταῦθα δὲ ὄντι ἀθρόον ὁ Ἀντώνιος ἐπιστὰς οὐ μόνον ἐπὶ τοῖς κατορθώμασιν οὐχ ἥσθη, ἀλλὰ καὶ ἐφθόνησε καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ προσέβαλε καὶ κατέκλεισεν αὐτὸν εἰς Σαμόσατα. ὡς δ’ οὐδὲν ἤνυε πολιορκῶν αὐτόν, συνθήκας σπονδῶν ἐποιήσατο καὶ εἰς τὴν Ἰταλίαν ἀφώρμησεν. Ὀρώδης μέντοι ὁ τῶν Παρθῶν βασιλεὺς ὑπέργηρως γεγονώς, καὶ τῷ τοῦ Πακόρου πένθει τὴν βασιλείαν ἀπαγορεύσας, Φραάτῃ τῷ πρεσβυτέρῳ τῶν λοιπῶν αὐτοῦ παίδων τὴν ἀρχὴν ἐνεχείρισεν. ὁ δὲ ἀνοσιώτατος γεγονὼς τοὺς ἀδελφοὺς αὐτοῦ ἐδολοφόνησε, καὶ αὐτὸν τὸν πατέρα δυσανασχετοῦντα δι’ ἐκείνους ἀπέκτεινε, καὶ τῶν ἄλλων τοὺς ἀρίστους διέφθειρεν. Ἀντώνιος δὲ πρέσβεις μὲν πρὸς τοὺς Πάρθους περὶ εἰρήνης ἐκπέπομφε, πρὸς δὲ πόλεμον ἡτοιμάζετο, ἵνα ἀπαρασκεύοις αὐτοῖς ἐντύχῃ διὰ τὴν ἐλπίδα τῆς συμβάσεως. καὶ μαθὼν τὸν Μῆδον ἐπὶ συμμα- χίαν τοῦ Πάρθου χωρήσαντα, τὰ μὲν σκευοφόρα καὶ πολὺ τῆς στρατιὰς ὑπελίπετο μετὰ τοῦ Στατιανοῦ ἔν ἕποιντο, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς εὐζώνοις ἠπείγετο, ὡς αὐτίκα τὰ τῶν Μήδων καταστρεψόμενος. ὁ μέντοι Πάρθος καὶ ὁ Μῆδος τῷ Στατιανῷ ἀπροσδοκήτως ἐπιπεσόντες καὶ τῇ μετ’ αὐτοῦ στρατιᾷ, πάντας ἐφόνευσαν, τοῦ Ἀντωνίου σπεύσαντος μὲν βοηθῆσαι αὐτοῖς, πλὴν ὑστερίσαντος καὶ μόνους τοὺς νεκροὺς εὑρηκότος. ὃς οὐ πολλῷ ὕστερον συμβαλὼν τοῖς βαρβάροις ἐτρέψατο μὲν αὐτούς, οὐ μέντοι μέγα τι ἔβλαψε. πολιορκῶν δὲ τὰ τοῦ Μήδου βασίλεια ἐπολιορκεῖτο μᾶλλον αὐτὸς ἐπιλιπόντων τῇ αὐτοῦ στρατιᾷ τῶν ἐπιτηδείων, καὶ ἐπὶ συναγωγὴν αὐτῶν ἐξιόντων σφόδρα παρὰ τῶν βαρβάρων κακουμένων, ἐνεδρευόντων αὐτοῖς. Ἐν τούτοις ὄντος τοῦ Ἀντωνίου ὁ Φραάτης ὑποβαλών τινας ἔπεισε δι’ ἐκείνων αὐτόν ἐπικηρυκεύσασθαι συμβάσεων ἕνεκεν· καὶ ὁ Πάρθος τοὺς πεμφθέντας ἐξονειδίσας πολλὰ μὴ ἄλλως σπείσασθαι εἶπεν, εἰ μὴ αὐτίκα ἀποστρατοπεδεύσονται. καὶ ὁ Ἀντώνιος ἀπανέστη. πρόσ’ δεχομένου δ’ αὐτοῦ τὰς σπονδὰς οἶ Μῆδοι τάς τε πολιορκητικὰς κατέκαυσαν μηχανὰς καὶ τὰ χώματα διεσκέδασαν. οἱ δέ γε Πάρθοι πολλὰ καὶ δεινὰ αἰφνίδιον προσπεσόντες εἰργάσαντο. ὡς οὑν ἔγνω ὅτι ἠπάτηται, ἐς τὴν Ἀρμενίαν ἀπελθεῖν ἐπεχείρησε. καὶ διὰ χωρίων ἀπιὼν ἀγνώστων, πολλαῖς δυσχερείαις ἐνέτυχε. καὶ κἂν ἀπώλοντο οἱ μετ’ αὐτοῦ ξύμπαντες εἰς ἐνέδραν ἐμπεσόντες καὶ πυκνοῖς βαλλόμενοι τοῖς τοξεύμασιν, εἰ μὴ τὴν χελώνην ἐποίησαν συνασπίσαντες. Ἡ δὲ χελώνη γίνεται οὕτως. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ ἐν μέσῳ τοῦ στρατεύματος τέτακται, τῶν δ’ ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι κοίλαις χρώμενοι περὶ τὰ ἔσχατα τάσσονται καὶ τοὺς ἄλλους τὰ ὅπλα περιβεβλημένοι ἔξω τε βλέποντες περιέχουσιν, οἶ δὲ τὰς πλατείας ἀσπίδας φέροντες ἐν τῷ μέσῳ συσπειρῶνται, κἀκείνας ἄνω ἑαυτῶν τε καὶ τῶν λοιπῶν ὑπεραίρουσιν, ὥστε μηδὲν ἕτερον ἢ ἀσπίδας ὁρᾶσθαι διὰ πάσης τῆς φάλαγγος, καὶ ἐν σκέπῃ ἐκ τῶν βελῶν πάντας εἶναι αὐτοὺς ἐκ τῆς πυκνότητος τῆς συντάξεως. οὕτω γάρ τοι πεπύκνωται ὡς καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς δύνασθαι. τὸ μὲν οὑν σχῆμα τῆς τάξεως ταύτης τοιοῦτόν ἐστι, καὶ διὰ τοῦτο καὶ τὴν χελώνης ἔλαχε κλῆσιν, διά τε τὸ ἰσχυρὸν αὐτῆς καὶ τὸ εὐσκεπές· χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται καὶ τειχομαχοῦσιν, ἢ ὑπὸ τοξοτῶν περιστοιχισθέντες ποτὲ κυπτάζουσιν οὕτω πάντες ὡς δοκεῖν ὅτι κεκμήκασι, πελασάντων δὲ τῶν ἐναντίων ἐξαίφνης ἐγείρονται, κἀντεῦθεν σφὰς ἐκπλήττουσι καὶ ταράττουσιν. ὃ καὶ τότε συμβέβηκε. πολλοῖς γάρ, ὡς εἴρηται, βαλλόμενοι βέλεσι, τόν τε συνασπισμὸν τῆς χελώνης ἐποίησαν καὶ τὰ γόνατα πρὸς τὴν γῆν ἤρεισαν τὰ εὐώνυμα. νομίσαντες οὖν αὐτοὺς οἶ βάρβαροι ὑπὸ τῶν τραυμάτων καταπεσεῖν, τὰ μὲν τόξα ἀπέθεντο, τὰ δὲ ξίφη σπασάμενοι ὡς συγκόψοντες ἐπῆλθον αὐτοῖς. ἐξαναστάντες δὲ οἶ Ῥωμαῖοι καὶ αὐτοῖς προσπεσόντες, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι κατ’ ἔκοψαν. Ἀντώνιος μὲν οὖν ὑπὸ τῶν πολεμίων οὐκέτι δεινὸν οὐδἐν ἔπαθεν, ὑπὸ δὲ ψύχους τεταλαιπώρητο. χειμὼν γὰρ ἦν, καὶ τῆς Ἀρμενίας τὰ πρόσορα, δι’ ὧν ἐπορεύετο, κρυσταλλώδη ἀεί εἰσιν· ὅθεν συχνοὶ τῶν αὐτοῦ διεφθείροντο. διὸ ὑπῆλθε τὸν Ἀρμένιον καὶ ἐθώπευσε, καίτοι δι’ ὀργῆς ἐκεῖνον ποιούμενος. χρήματα δὲ τοῖς περιλειφθεῖσι διανείμας τῆς στρατιᾶς ἀπῆρεν εἰς Αἴγυπτον πρὸς τὴν Κλεοπάτραν. δι’ ἣν μεγάλως ὑπὸ τῶν ὁμογενῶν διεβέβλητο, ὅτι τε παῖδας ἐξ αὐτῆς ἔσχε καὶ ὅτι χώρας πολλὰς αὐτῇ ἐχαρίσατο. οὕτως γὰρ τῷ ἔρωτι αὐτῆς καὶ ταῖς γοητείαις ἐδούλευσεν ὡς καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ὀκταβίαν πρὸς αὐτὸν ἐκ Ῥώμης ἀφικνουμένην ἐπανελθεῖν κελεῦσαι καὶ μὴ αὐτῷ προσελθεῖν.