Ancient Greek · ~17 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.4.1
Not analysed yet
Κατελύθη μὲν οὖν ὁ πειρατικὸς πόλεμος καὶ τὰ πανταχοῦ τῆς θαλάσσης ἐξῃρέθη λῃστήρια οὐκ ἐν πλείονι χρόνῳ μηνῶν τριῶν τούτων δὲ εἰς Ῥώμην ἀπαγγελθέντων γράφει νόμον εἰς τῶν δημάρχων ὁ Μάλλιος ,παραλαβόντα Πομπήιον πᾶσαν τὴν χώραν ὅσης ὁ Λεύκολλος ἦρχε, προσλαβόντα δὲ καὶ Βιθυνίαν, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καἰ τὸ κράτος τῆς θαλάσσης ,ὡς ἤδη τοῦτο εἰλήφει· τοῦτο δὲ ἦν ἐφ’ ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν. τὸ μὲν οὖν ψήφισμα ἐκυρώθη φοβηθέντων τὸν δῆμον τῶν ἀριστοκρατικῶν καὶ σιωπησάντων ,Πομπήιος δὲ δεξάμενος τὰ γράμματα λέγεται τὰς ὀφρῦς συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι ὡς δυσχεραίνων καὶ βαρυνόμενος τὴν ἀρχήν. τὴν δ’ εἰρωνείαν οὐδ’ οἶ πάνυ συνήθεις αὐτῷ ῥᾷον ἤνεγκαν. τέως δὲ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ τῷ στόλῳ διαλαβὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην. ἐκείνου δ᾿ ἐκλιπόντος ὅρος δύσμαχον ὡς ἄνυδρον, ἐν ᾧ ἐστρατοπεδεύετο ,ὁ Πομπήιος κατέσχεν αὐτό, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ὀρύσσειν ἐκέλευσε φρέατα. καὶ ταχὺ μεστὸν ἦν ὕδατος τὸ στρατόπεδον. ἔπειτα περιστρατοπεδεύσας ἀπετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τεσσαράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστέρας δυνάμεως, ἀποκτείνας τοὺς ἀχρήστους καὶ τοὺς νοσοῦντας. καταλαβὼν δὲ αὐτὸν περὶ τὸν Εὐφράτην ὁ Πομπήιος ,ἔνα μὴ φθάσῃ περάσας τὸν ποταμόν, ἐκ μέσων νυκτῶν ἐπῆγε τὴν στρατιάν. ἢν οὑν ἀνάγκη ὑπὲρ τοῦ χάρακος μάχεσθαι. σελήνη δ ἦν καταφερομένη ,ὃ τοὺς βασιλικοὺς ἔσφηλεν · εἶχον μὲν γὰρ κατὰ νώτου τὴν σελήνην Ῥωμαῖοι, ἤδη δὲ περὶ δύσιν οὔσης αἱ σκιαὶ τόν σωμάτων πρόσθεν προιοῦσαι πολὺ δόκησιν παρεῖχον τοῖς πολεμίοις ἐγγίζειν τοὺς ‘Pωμαίους αὐτοῖς, καὶ τοὺς ὑσσοὺς ἀφέντες ἐφίκοντο οὐδενός · ὃ συνιδόντες Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον καὶ φεύγοντας ἔκτεινον, ὡς πολὺ πλείους μυρίων ἀποθανεῖν. αὐτὸς δὲ Μιθριδάτης μετὰ πλειόνων διέφυγε. Πομπήιος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε, τοῦ νέου Τιγράνου καλοῦντος αὐτόν ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός. ὁ δὲ βασιλεὺς Τιγράνης ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δὲ πυνθανόμενος τὸν Πομπήιον, ἑαυτόν τε παρέδωκε καὶ φρουρὰν ἐδέξατο περὶ τὰ βασίλεια. προσιὼν δὲ τῷ Πομπηίῳ τήν τε κίταριν ἀφεῖλε τῆς κεφαλῆς καὶ ὥρμησε πρὸ ποδῶν αὐτὴν ἐκείνου θεῖναι καἰ καταβαλεῖν ἑαυτόν. ἀλλ’ ὁ Πομπήιος τῆς δεξιὰς αὐτοῦ λαβόμενος προσηγάγετο καὶ πλησίον ἱδρύσατο, τὸν δ᾿ ἐκείνου υἱὸν ἐπὶ θάτερα, καὶ εἷπε τῶν μὲν ἄλλων δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ’ ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν ,Σωφηνήν, ἃ δὲ ἄχρις αὐτοῦ διατετήρηται ἕξειν, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησεν, ὁ δὲ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομπηίου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαιον. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο. Kαταλιπὼν δὲ Πομπήιος φρουρὸν Ἀρμενίας Ἀφράνιον ἴον αὐτὸς διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἐπὶ Μιθριδάτην ἑ βάδιζε. μέγιστα δὲ αὐτῶν εἰσιν ἔθνη Ἀλβανοί τε καὶ Ἴβηρες, οἶ μὲν ἐπὶ τὰ Μεσχικὰ ὅρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δ᾿ ἐπὶ τὴν ἴω καὶ τὴν Κασπίαν θάλασσαν. οὗτοι πρῶτον μὲν αἰτήσαντι Πομπηίῳ δίοδον ἔδοσαν, εἶτα γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους προσέβαλον αὐτῷ, καὶ τραπέντες ἐφθάρησαν παμπληθεῖς. τῷ δὲ βασιλεῖ αὐτῶν πέμψαντι πρέσβεις σπεισάμενος ἀπῄει ἐπὶ τοὺς Ἴβηρας μαχιμωτέρους ὄντας τῶν Ἀλβανῶν καὶ μήτε Μήδοις μήτε Πέρσαις ὑπεῖξαντας, διαφυγόντας δὲ καὶ τὴν Μακεδόνων δυναστείαν, Ἀλεξάνδρου ταχέως ἐκ τῆς Ὑρκανίας ἀπάραντος. ἀλλὰ καὶ τούτους μεγάλῃ μάχῃ τρεψάμενος πολλοὺς ἀνεῖλε καὶ πλείους ἐζώγρησεν. ἐντεῦθεν εἰς τὴν Κόλχων ἐνέβαλεν. αὖθις δὲ Ἀλβανῶν ἀποστάντων ἤλαυνεν ἐπ’ αὐτοὺς δι’ ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, ὕδωρ ἐν ἀσκοῖς πολλοῖς ἐπικομιζόμενος. καὶ συμβαλὼν λῶν αὐτοῖς ὑπὸ τοῦ ἀδελφοῦ τοῦ σφῶν βασιλέως στρατηγουμένοις ἐνίκησε· καὶ αὐτὸν ἐπελθόντα οἱ καὶ βαλόντα ἐκ χειρὸς διελάσας ἀπέκτεινεν. ὅτε καὶ Ἀμαζόνες λέγονται συμμαχῆσαι τοῖς Ἀλβανοῖς. μετὰ γὰρ τὴν μάχην σκυλευομένων τῶν νεκρῶν, πέλταις Ἀμαζονικαῖς οἱ Ῥωμαῖοι καὶ κοθόρνοις ἐνέτυχον, σῶμα δὲ γυναικεῖον οὐδὲν εὑρέθη. νέμονται δὲ αὗται τὰ καθήκοντα πρὸς Ὑρκανίαν θάλασσαν τοῦ Καυκάσου. μέσον δὲ τῶν Ἀλβανῶν καὶ αὐτῶν οἰκοῦσι Γἐλλαι καὶ Λίγυες. οἶς ἔτους ἑκάστου περὶ τὸν Θερμώδοντα ποταμὸν εἰς ταὐτὸν φοιτῶσαι ὁμιλοῦσιν ἐπὶ δύο μῆνας· εἶτα καθ’ ἑαυτὰς ἀπαλλαγεῖσαι βιοῦσι· τεκοῦσαι δὲ τὰ μὲν ἄρρενα κομίσασαι περὶ τὴν τῶν πατέρων ἐκτίθενται γῆν, τὰ δέ γε θήλεα τρέφουσι. Τῶν δὲ τοῦ Μιθριδάτου παλλακῶν ἀναχθεισῶν