Ancient Greek · ~20 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.1.1
Not analysed yet
Ὁ μὲν οὖν Αὔγουστος ἀπεβίω ὡς εἴρηται, τὴν δὲ μοναρχίαν ὁ Τιβέριος διεδέξατο. ὃς εὐπατρίδης μὲν ἦν καὶ πεπαίδευτο, τὴν δὲ γνώμην ἦν ποικιλώτατος, ἐναντίους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος. ὧν γὰρ ἐβούλετο τἀναντία ἔλεγεν, ἄλλα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων· καὶ ὀργίζεσθαι προσποιοῦ μένος ἐν οἶς οὐκ ὠργίζετο, καὶ ἐν οἶς ἐθυμοῦτο σχηματιζόμενος ἐπιείκειαν· καὶ ὡς οἰκειότατον ἐώρα τὸν ἔχθιστον, καὶ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο τῷ φιλτάτῳ. καὶ οὐκ ἠξίου τοῖς ἄλλοις ἄλλοις δῆλον εἶναί οἱ τὸ φρόνημα, τοῦτο προ· σήκειν τῷ αὐταρχοῦντι φρονῶν. καὶ εἴτε τις ἠναντιοῦτο οἶς ἔλεγεν εἴτε μὴν καὶ συνῄνει, μεμίσητο. Τέως δ’ οὖν εἰς τὰ στρατόπεδα καὶ εἰς τὰ ἔθνη πάντα ὡς αὐτοκράτωρ αὐτίκα ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ εἶναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομάτων οὐκ ἐδέξατο. καὶ τὰ τῆς ἀρχῆς διοικῶν ἅπαντα, μηδὲν αὐτῆς δεῖσθαι ἔλεγε, καὶ ταύτης ἐξίστασθαι ἐκομψεύετο καὶ διὰ τὴν ἡλικίαν, ἕξ γὰρ καὶ πεντήκοντα ἐτῶν ἦν, καὶ δι’ ἀμβλυωπίαν· βλυωπίαν· πλεῖστον γὰρ ἐν σκότει βλέπων ἐλάχιστα τὴν ἡμέραν ἑώρα. εἶτα κοινωνοὺς ᾔτει τῆς ἀρχῆς καὶ συνάρχοντας, οὐδὲν τούτων ποιῆσαι μέλλων, ἀλλ’ ὅτι τε ὕπουλον εἶχεν ἦθος καὶ ὅτι καὶ τὰ στρατεύματα τά τε ἐν Παννονίᾳ καὶ ἐν Γερμανίᾳ ὑπώπτευε, καὶ τὸν Γερμανικὸν ἐδεδίει τῆς Γερμανίας ἄρχοντα τότε καὶ τοῖς στρατιώταις φιλούμενον. καὶ διὰ ταῦτα οὐδὲν ὡς αὐτοκράτωρ ἔπραττε φανερῶς, ἀλλὰ καὶ νοσεῖν προσποιοῦ μένος οἰκουρῶν ἦν καὶ διέμελλεν, ἕν ἐλπίδι τοῦ ἑκόντα τὴν ἀρχὴν ἀφήσειν αὐτὸν μή τί τινες νεοχμώσωσι, μέχρις οὗ τῆς ἡγεμονίας ἐγκρατὴς πάντων ἐγένετο. τὸν μὲν οὖν Ἀγρίππαν αὐτίκᾳ πέμψας ἀπέκτεινε, τοῦ Αὐγούστου, ὡς εἴρηται, ὄντα θυγατριδοῦν ἐξ Ἰουλίας καὶ τοῦ Ἀγρίππου · τὸν δὲ Γερμανικὸν λίαν ἐφοβεῖτο. Ἐθορύβησε δὲ καὶ τὸ ἐν τῆ Παννονίᾳ στράτευμα, ὡς καὶ κατὰ τοῦ ἄρχοντος αὐτῶν ὁρμῆσαι. εἶτα τῶν θρασυτέρων καὶ πρωταιτίων κολασθέντων κατέστησαν ’σαν οἱ λοιποί. οἱ δὲ ἐν τῇ Γερμανίᾳ τόν τε Τιβέριον ἐκακηγόρησαν καὶ τὸν Γερμανικὸν ἐπεκάλεσαν αὐτοκράτορα. δὲ τὸ ξίφος σπασαμένου ὡς ἑαυτὸν ἀναιρήσοντος, εἶς τις τῶν στρατιωτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας “τοῦτο” ἔφη “λάβε· ὀξύτερον γάρ ἐστιν.” ὁ οὖν Γερμανικὸς τοῦ κτεῖναι μὲν ἑαυτὸν ἀπέσχετο ἕνα μὴ μᾶλλον στασιάσωσι, γράμματα δὲ ὡς ἐκ τοῦ Τιβερίου πεμφθέντα πλασάμενος δωρεὰς αὐτοῖς διδόντα καὶ ἄλλα τινὰ ὑπισχνούμενα τὴν στάσιν τότε κατέπαυσεν. ὕστερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου πεμφθέντων γνόντες τὸ τοῦ Γερμανικοῦ στρατήγημα καὶ ὑποπτεύσαντες τοὺς πρέσβεις ἀνατρέψοντας ἥκειν τὰ ὑπ’ ἐκείνου ἐπηγγελμένα, ἐθορύβησαν αὖθις καὶ κατὰ τῶν πρέσβεων ὥρμησαν. καὶ τὴν τοῦ Γερμανικοῦ γυναῖκα τὴν Ἀγριππῖναν, τῆς τοῦ Καίσαρος θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ Ἀγρίππου παῖδα γεγονυῖαν, συνέλαβον, καὶ τὸν υἱὸν αὐτοῦ Γάιον· καὶ τὴν μὲν Ἀγριππῖναν ἐγκύμονα οὖσαν ἀφῆκαν αὐτῷ, κατεῖχον δὲ τὸν υἱόν. ὡς δ’ οὐδὲν ἤνυον, ἡσύχασαν καὶ αὐτοί. καὶ ὁ μὲν δυνάμενος τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν, ὁ δὲ Τιβέριος κατὰ μὲν τὸ φαινόμενον ἐπῄνει αὐτὸν παρὰ τῇ βουλῇ, παρ’ ἑαυτῷ δὲ καὶ λίαν ὑπώπτευε καὶ ἐδεδίει αὐτὸν ὡς ἐγκεχειρισμένον στρατεύματα. Ὡς δ’ οὐδὲν ἔτι νεώτερον ἠγγέλλετο, τὴν ἀρχὴν οὐκέτι εἰρωνευόμενος ὑπεδέξατο. καὶ μέχρις ὁ Γερμανικὸς περιῆν, οὐδὲν καθ’ ἑαυτὸν ἔπραττεν, ἀλλὰ πάντα εἰς τὴν γερουσίαν εἰσέφερε, καὶ οὐδὲ αὐτοκράτωρ καλεῖσθαι παρά του ἢ μόνων τῶν στρατιωτῶν ἠξίου, Καῖσαρ δὲ καὶ Γερμανικὸς καὶ πρόκριτος τῆς γερουσίας ὠνομάζετο, ηὔχετό τε τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ, καὶ διὰ πάντων δημοτικὸς δοκεῖν ἔσπευδε, καὶ ἐλάχιστα εἰς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε. τὰ πεπονηκότα τε ἀνορθῶν καὶ ἐπικοσμῶν, τὰς τῶν ἀρχῆθεν οἰκοδομησάντων αὐτὰ κλήσεις σφίσιν σ’ ἱν ἐπέγραφε, καὶ πόλεσι καὶ ἰδιώταις ἐπήρκει, καὶ τόν βουλευτῶν συχνοὺς πενομένους ἐπλούτισε, καὶ τὰ δωρούμενα εὐθὺς ὁρῶντος αὐτοῦ ἠριθμεῖτο, ἵνα μὴ οἶ δοτῆρες νοσφίζωνταί τι αὐτῶν, εἰδὼς τοῦτο ἐπὶ τοῦ Αὐγούστου γινόμενον. καὶ οὔτε ἀπέκτεινέ τινα διὰ χρήματα οὔτ’ οὐσίαν τότε ἐδήμευσεν οὐδενός, νὐδ’ ἔξω τι τῶν νενομισμένων ἠργυρολόγησεν. Αἰμιλίῳ γοῦν χρήματα πλείω παρὰ τὸ διατεταγμένον πέμψαντι ἀντεπέστειλεν ὅτι “κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ ἀποξυρᾶσθαι βούλομαι.” καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ἦν, τούς τε ἄρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα καὶ τοῖς ὑπάτοις ὑπανίστατο, καὶ τοῖς ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, νοσοῦντάς τε ἐπεσκέπτετο, μηδεμίαν φρουρὰν ἐπαγόμενος· καὶ ἐπί τινι αὐτῶν τελευτήσαντι αὐτὸς ἀνέγνω τὸν ἐπιτάφιον. καὶ τὴν μητέρα τὴν Λιβίαν ὁμοίως προσφέρεσθαι πᾶσιν ἐκέλευεν. ἡ δὲ πάνυ ὤγκωτο, καὶ αἱ C τοῦ Τιβερίου ἐπιστολαὶ χρόνον τινὰ καὶ τὸ ἐκείνης ὄνομα εἶχον, τά τε ἄλλα πάντα ὡς αὐταρχοῦσα διοικεῖν ἐπεχείρει, καὶ οὐκ ἐξ ἴσου ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ἤθελεν, αὐτὴ ποιήσαι αὐχοῦσα αὐτὸν αὐτοκράτορα. ὁ δὲ ἤχθετο πρῶτον αὐτῇ· εἶτα τῶν μὲν δημοσίων αὐτὴν ἔπαυσε, τὰ δ’ οἴκοι διοικεῖν ἀφῆκεν· ὡς δὲ κἀν τούτοις ἦν ἐπαχθής, ἀπεδήμει καὶ αὐτῆς ἐξίστατο. σωφρονέστατά τε χρόνον τινὰ διῆγε, καὶ ἄλλους δ’ ἐκόλαζεν ἀσελγαίνοντας, καὶ τῷ Δρούσῳ δὲ τῷ υἱῷ, ὃν ἐξ Ἀγριππίνης τῆς προτέρας αὐτοῦ γυναικὸς ἔσχηκε, καὶ ἀσελγεῖ τυγχάνοντι καὶ ὠμῷ, ἐπετίμα καὶ ἤχθετο. καί ποτε αὐτῶ εἶπεν “ζῶντος ἐμοῦ οὔτε βίαιον οὔθ’ ὑβριστικόν τι πράξεις· ἂν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευτήσαντος.”