Ancient Greek
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.5.1
Not analysed yet
πρὸς αὐτὸν οὐδεμίαν ἔγνω Πομπήιος. Στρατονίκη δέ, ἣ καὶ μέγιστον παρὰ Μιθριδάτῃ ἔσχεν ἀξίωμα καὶ τό πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττε, C δῶρά τε πολλὰ τῷ Πομπηίῳ προσήγαγε καὶ τὸ φρούριον παρεδίδου. ὁ δὲ τῶν προσαχθέντων ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρεῖχον λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἔχειν ἐκέλευσε. καὶ τοῦ βασιλέως δὲ τῶν Ἰβήρων κλίνην καὶ τράπεζαν καὶ θρόνον χρυσᾶ πάντα πεπομφότος αὐτῷ, καὶ ταῦτα τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδέδωκεν. ὡς δὲ τὸν Μιθριδάτην ἐώρα φεύγοντα χαλεπώτερον ἢ μαχόμενον, τούτῳ μὲν εἶπεν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, αὐτὸς δὲ προῆγε σὺν στρατιᾷ. χειρωσάμενος δὲ δι’ Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας, καταβὰς εἰς Συρίαν ταύτην μὲν ἐπαρχίαν καὶ κτῆμα Ῥωμαίων ἀπέφηνε, τὴν δὲ Ἰουδαίαν ὑπέταξε καὶ τὸν βασιλέα αὐτῆς Ἀριστόβουλον συνέλαβεν, ὡς ἐν τοῖς Ἰουδαϊκοῖς ἤδη ἱστόρηται. μέγα δ’ ἦν ὄνομα τῆς αὐτοῦ δυνάμεως καὶ μεῖζον τῆς ἀρετῆς καὶ πρᾳότητος. ὁ δὲ τῶν περὶ τὴν Πέτραν Ἀράβων βασιλεὺς δείσας ἔγραψε Πομπηίῳ πάντα πείθεσθαι. ἠγγέλη μέντοι αὐτῷ τεθνεὼς καὶ ὁ Μιθριδάτης, Φαρνάκου τοῦ υἱοῦ διαχρησαμένου αὐτόν. εἰς Ἀμινσὸν οὖν ἀφικομένῳ Πομπηίῳ πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκόμιστο, πολλὰ δέ γε προσήνεκτο σώματα, καὶ αὐτὸς ὁ Μιθριδάτου νεκρός. Ἐπανιὼν δὲ λυπηρὰν τὴν ἐπάνοδον ἔσχηκε διὰ τὴν γυναῖκα Μουκίαν ἐξυβρίσασαν παρὰ τὴν ἀποδημίαν αὐτοῦ· καὶ πλησιάσας τῇ Ἰταλίᾳ ἔπεμψεν ἐκείνῃ τὴν ἄφεσιν. εἰς δὲ τὴν Ῥώμην λόγοι περὶ αὐτοῦ ἐγίνοντο καὶ θόρυβος ἦν ὡς τὸ στράτευμα τῇ πόλει ἐπάξοντός τε καὶ μοναρχήσοντος. ὁ δὲ τῆς Ἰταλίας τε ἅμα ἐπέβη καὶ ἐκκλησιάσας τοὺς στρατιώτας ἐκέλευσεν ἕκαστον ἕκαστον πρὸς τὰ οἰκεῖα τρέπεσθαι, αὖθις δὲ συναθροισθῆναι διὰ τὸν θρίαμβον. σκεδασθείσης δ' οὕτω τῆς στρατιᾶς ἄνοπλον αἱ πόλεις ὁρῶσαι Πομπήιον καὶ μετ’ ὀλίγων ἀπιόντα, ὑφ’ ἡδονῆς ἐκεχεόμεναι καὶ προπέμπουσαι συγκατῆγον εἰς τὴν Ῥώμην μετὰ δυνάμεως πλείονος. τοῦ δὲ νόμου μὴ ροῦντος πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, πέμψας ἠξίου τὴν βουλὴν ὑπερθέσθαι τὰς τῶν ὑπά- τῶν ἀρχαιρεσίας. Κάτωνος δ ἐναντιωθέντος οὐκ ἔτυχε ’διὸ καὶ οἰκειώσασθαι τὸν ἄνδρα ἠθέλησε. δυεῖν οὖν ἀδελφιδῶν οὐσῶν ἐκείνῳ ,τὴν μὲν αὐτὸς ἐζήτει λαβεῖν, τὴν δὲ τῷ υἱῷ συνοικίσαι. παραιτου- μένου δὲ τὴν ἀγχιστείαν τοῦ Κάτωνος, ὡς διαφθορὰν ἐσομένην αὐτῷ τοῦ τρόπου, ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἐχαλέπαινον. Ἀφρανίῳ δὲ Πομπηίου ὑπατείαν μετι· ὄντος, καὶ διὰ τοῦτο πρὸς τὰς φυλὰς ἀργύριον ἀνα- λίσκοντος ,καὶ κακῶς ἐντεῦθεν ἀκούοντος ὡς ὤνιον τὴν ἀρχὴν ποιουμένου τοῖς μὴ ταύτης ἀξίοις, ὁ Κάτων πρὸς τὰς γυναῖκας Γ τούτων ἔφη τῶν ὀνειδῶν κοινω- κοινωνητέον ἡμῖν οἰκείοις γενομένοις πρὸς τὸν Πομπήιον. ’Τοῦ δὲ θριάμβου τῷ μεγέθει καίπερ εἰς δύο ἡμέρας μερισθέντος ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσε. γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ’ ὣν ἐθριάμβευεν. ἦν δὲ ταῦτα, Πόντος, Ἀρμένια, Παφλαγονία ,Καππαδοκία, Μηδία, Κόλχοι, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην, Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάττῃ καταπεπολεμη- μένον ’ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττω ,πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀπο- δέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δἐουσοι τεσσαράκοντα. πρὸς δὲ τούτοις ἔφραζε διὰ τῶν γραμμάτων ὅτι πεντακισχί- λιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ὧν αὐτὸς προσεκτήσατο μυρίας ὀκτακισχιλίας πεντακο- σίας Ῥωμαῖοι λαμβάνουσιν ,ἀναφέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀρ- γυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν τοῖς στρατιώταις δεδομένων. αἰχμάλωτοι δὲ ἐπομπεύθησαν ἄνευ τῶν ἀρχιπειρατῶν υἷός Τιγράνου τοῦ Ἀρμενίου μετὰ γυναικὸς καὶ θυγατέρων, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη καὶ βασιλεὺς Ἰουδαίων Ἀριστόβουλος, καὶ συγγενεῖς Μιθριδάτου, ἄλλοι τε πλείους. μέγιστον δὲ ὑπῆρξε πρὸς δόξαν αὐτῷ ὅτι τρὶς τεθριαμβευκώς, τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τὸν δὲ τελευταῖον ἀπὸ τῆς Ἀσίας κατάγων, τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ἐπῆχθαι θριάμβοις. ἦν δὲ τότε ἐτῶν τεσσαράκοντα. Σιτοδείας δὲ μετὰ ταῦτα τὴν Ῥώμην καὶ τὰ περὶ αὐτὴν κατασχούσης πλεύσας εἰς Σικελίαν καὶ Σαρδῶ καὶ Λιβύην ἤθροισε σῖτον. καὶ ἀνάγεσθαι μέλλων, τῶν κυβερνητῶν ὀκνούντων διὰ πνεύματα βίαια, πρῶτος αὐτὸς ἐμβὰς τὰς ἀγκύρας αἴρειν ἐκέλευσε καὶ ἀνεβόησε “πλεῖν ἀνάγκη, ζῆν δὲ οὐκ ἀνάγκη.” τοιαύτῃ δὲ τόλμῃ χρώμενος καὶ ἀγαθῇ τύχῃ ἐνέπλησε τὰ ἐμπόρια σίτου, πλοίων δέ γε τὴν θάλασσαν. καὶ ὤνητο μὲν ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπιφθόνους, ἀνήκεστα δέ γε τὰ δυστυχήματα. προστεθεὶς γὰρ Καίσαρι, καὶ διὰ τῆς οἰκείας δόξης τε καὶ δυνάμεως ἐξάρας αὐτόν, ὑπ’ ἐκείνου ἀνατέτραπτό τε καὶ καταβέβλητο. Ἵνα δὲ μὴ δὶς τὰ αὐτὰ ἱστορῆται, ἐν τοῖς περὶ Καίσαρος τὰ λοιπὰ τοῦ Πομπηίου εἰρήσεται, τῇ περὶ ἐκείνου συνεμπίπτοντα ἱστορίᾳ.