Ancient Greek
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.6.1
Not analysed yet
Εὐτυχὴς δὲ ὁ Καῖσαρ ἐν στρατηγίαις γενόμενος καὶ πολλοὺς κατωρθωκὼς πολέμους, μνηστευόμενος δ’ ἑαυτῷ τὴν ἐκτοῦ δήμου ῥοπὴν αὐτὸν ἐθεράπευε· καὶ μοναρχίας ἐρῶν, ἐπεὶ ἐώρα τινὰς ἐναντίου μένους αὐτῷ, καὶ μάλιστα τὸν Πομπήιον μέγα τότε δυνάμενον, τῇ Ῥώμῃ ἐξ Ἰβηρίας ἐπιδεδήμηκεν. ἣν πρὸ τούτου λαχών, ὡς ταύτης ἐπέβη, ἐπὶ Λυσιτανοὺς καὶ Καλαίκους ἐστράτευσε· καὶ κρατήσας τούτων ἄχρι τῆς ἔξω προῆλθε θαλάσσης, τὰ μὴ πρὶν ὑπείκοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος. καὶ ἀπηλλάγη τῆς ἐπαρχίας εὐδοκιμῶν αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκώς. θέλων δ’ ἐπὶ τῇ νίκῃ θριαμβεῦσαι, πρὸς αὐτάς τε τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας, καὶ μνώμενος ἑαυτῷ ὑπατείαν, ἐν ἀντινομίᾳ ἐγένετο. τοὺς μὲν γὰρ θριαμβεύειν μέλλοντας ἔξω νενόμιστο διατρίβειν τῆς πόλεως, τοὺς δὲ μετιέναι θέλοντας ὑπατείαν δι’ ἑαυτῶν τοῦτο πράττειν, τοῖς ἀρχαιρεσιάζουσιν ἐντυγχάνοντας. καταφρονεῖ τοίνυν τοῦ θριάμβου, καὶ παρελθὼν εἰς τὴν πόλιν εἰς ὑπατείαν παρήγγειλε. Τῶν δὲ μέγα δυναμένων ἐν τῇ βουλῇ καὶ ὁ Κράσσος ὤν, πρὸς ὃν ὁ Καῖσαρ ᾠκείωτο, ἀντιπολιτευόμενος τῷ Πομπηίῳ ἐτύγχανε. τούτους ὁ Καῖσαρ ἐκ διαφορὰς εἰς φιλίαν μετήνεγκε, καὶ ὑπ’ ἀμφοῖν ὥσπερ δορυφορούμενος εἰς ὑπατείαν προήχθη· καὶ αὐτίκα νόμους εἰσέφερε δι’ ὧν ᾠκειοῦτο τὸν δῆμον. ἔτι δὲ τὴν Πομπηίου ἰσχὺν ὁ Καῖσαρ ἑαυτῷ προσάπτων, τὴν οἰκείαν θυγατέρα Ἰουλίαν αὐτῶ κατηγγύησε. γήμας οὖν αὐτὴν ὁ Πομπήιος ὅπλων τὴν ἀγορὰν αὐτίκα ἐνέπλησε, καὶ τούς τε νόμους τῷ δήμῳ συνεπεκύρου, καὶ Καίσαρι τὴν ἐντός Ἄλπεων καὶ τὴν ἐκτὸς ἅπασαν Κελτικὴν καὶ τὸ Ἰλλυρικὸν μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν προσέθετο. τῶν δ’ ἀντειπόντων ἐκ τῆς βουλῆς πρὸς ταῦτα περιυβρισθέντων, ὀλίγοι παντάπασιν ὑπατεύοντι τῷ Καίσαρι συνῄεσαν εἰς βουλήν. εἰπόντος δέ τινος τῶν σφόδρα γερόντων ὡς φόβῳ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν οὐ συνέρχονται, “τί οὖν’’ ἔφη ὁ Καῖσαρ “οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς; ὁ δὲ “ὅτι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας’’ εἶπε· ‘‘βράχιστος γὰρ ὁ βίος ὃς ἔτι μοι λείπεται. Τοὺς δὲ Κελτικοὺς πολέμους μαχόμενος Ἑλβητίους μὲν καὶ Τιγυρηνοὺς κατεπολέμησε καὶ ὑπέταξε, Γερμανοῖς δὲ συμμίξαι μέλλων, ὁρῶν τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα ὅσοι τῶν ἐπιφανῶν ἦσαν καὶ νέων, ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην οὕτως ἀνάνδρως καὶ μαλακῶς ἔχοντας, αὐτὸς δὲ ἔφη τὸ δέκατον τάγμα παραλαβὼν ἐπὶ τοὺς βαρβάρους πορεύεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς Μαρίου χείρων ὢν στρατηγός. ἐκ τούτου ὁρμῆς καὶ προθυμίας γενόμενοι πλήρεις ἄπαντες ἠκολούθουν, καὶ μαχεσάμενοι λαμπρῶς τοὺς ἐναντίους ἐτρέψαντο, ὥστε νεκρῶν μυριάδας ὀκτὰ γενέσθαι. ὁ δὲ τούτων βασιλεὺς Ἀριόυστος φθάσας μετ’ ὀλίγων διεπέρασε τὸν Ῥῆνον. Ταῦτα διαπραξάμενος εἰς τὴν περὶ Πάδον Γαλατίαν κατέβη, ἔνθα διατρίβων ἐδημαγώγει πολλῶν ἀπὸ Ῥώμης πρὸς αὐτὸν ἀφικνουμένων, τοῖς ἀπὸ τῶν πολεμίων χρήμασι τοὺς πολίτας χειρούμενος. ἐκεῖθεν δὲ ἄλλοις ἔθνεσιν ἐπελθών, καὶ νικήσας περιφανῶς, αὖθις ἐν τοῖς περὶ Πάδον χωρίοις διαχειμάσων ὑπέστρεψς, στρεψε, τοὺς περὶ τὴν Ῥώμην εὔνους ἑαυτῷ τιθέμενος χρήμασιν, ἆ τοῖς τὰς ἀρχὰς ἑαυτοῖς μνωμένοις χορηγῶν ἐκεῖνος τὸν δῆμον τούτοις διαφθείρειν ἐποίει καὶ τοῖς τὰ χρήματα διδοῦσι ψηφίζεσθαι τὰς οἶ δὲ πᾶν ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν ἔπραττον. εἶτα καὶ ἕτερα Κελτικὰ νικήσας ἔθνη καὶ τὸν Ῥῆνον γεφυρώσας στρατῷ διέβη. ἐκεῖθεν δ᾿ ἐπαναζεύξας τὴν τῆς παιδὸς αὐτοῦ τελευτήν, ἣ τῷ Πομπηίῳ συνῴκει μεμάθηκε, καὶ ὅτι τίκτουσα τέθνηκε, καὶ ὡς μετ’ ὀλίγον καὶ τὸ τεχθὲν ἐπαπῆλθε τῇ μητρί. ὁ μὲν οὖν Καῖσαρ καὶ ὁ Πομπήιος πένθος ἔσχον ἐπὶ τῇ συμφορᾷ, καὶ οἱ φίλοι δ’ ἀμφοῖν βαρέως τὸ πάθος ἤνεγκαν, ὡς τοῦ συνδέσμου λελυμένου τῆς αὐτῶν οἰκειότητος.