Ancient Greek · ~15 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.17.1
Not analysed yet
Πεπραγμένων δὲ τούτων ὁ Μουκιανὸς ἐπῆλθε καὶ τῷ Δομετιανῷ συνδιῴκει· αὐτοκράτωρ τε ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς εὐφημήθη, καὶ Καίσαρες ὅ τε Τίτος καὶ ὁ Δομετιανὸς ἐπεκλήθησαν. ὁ δὲ Μουκιανὸς ἀδελφὸς παρὰ τοῦ Οὐεσπασιανοῦ ὠνομάζετο, καὶ ἐξουσίαν εἴληφε πάνθ’ ὅσα ἐβούλετο πράττειν καὶ γράφειν, τὸ ὄνομα τοῦ αὐτοκράτορος μόνον ἐπιγραφόμενος· καὶ διὰ τοῦτο καὶ δακτύλιον πεμφθέντα οἱ ἐφόρει, ἵνα τὸ αὐτοκρατορικὸν σφράγισμα λαμβάνῃ τὰ σημαινόμενα πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ Δομετιανὸς ἔδοσαν, καὶ ἐπάρχους ἄλλους ἐπ’ ἄλλοις καὶ ὑπάτους ἀπέδειξαν, ὡς αὐτοὶ αὐταρχοῦντες. ὥστε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαι τῷ Δομετιανῷ ὅτι “χάριν ἔχω σοι, τέκνον, ὅτι με ἐᾷς ἄρχειν καὶ οὐδέπω με καταλέλυκας.” Ἐς δὲ τὴν Ἀλεξάνδρειαν ὁ Οὐεσπασιανὸς ἀφικόμενος χρήματα πολλὰ ἐκεῖθεν ἠργυρολόγησε, χρηματιζόμενος καὶ τέλη πολλὰ τὰ μὲν ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε προσέθετο ἴτε. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ τῇ τε Ἰταλίᾳ καὶ αὐτῇ τῇ Ῥώμῃ μετὰ ταῦτα ἐποίησε. τὴν μὲν οὖν Αἴγυπτον δι’ ὀλίγου κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπ’ αὐτῆς· τὸν δὲ υἱὸν αὐτοῦ Τίτον εἰς τὰ Ἱεροσόλυμα καταλελοιπὼς πορθῆσαι αὐτά, τὴν ἐκείνων ἀνέμενεν ἅλωσιν, ἵνα μετὰ τοῦ υἱέος ἐπανέλθῃ πρὸς τὴν Ῥώμην. τριβομένου δὲ χρόνου ἐν τῇ πολιορκίᾳ, τὸν μὲν Τίτον ἐν τῇ Παλαιστίνῃ κατέλιπεν, αὐτὸς δὲ ὁλκάδος ἐπιβὰς ἐς Λυκίαν ἔπλευσε, κἀκεῖθεν τὰ μὲν πεζῇ, τὰ δὲ ναυτιλλόμενος εἰς τὸ Βρεντέσιον ἐκομίσθη. Ἐλθὼν δ’ ἐς τὴν Ῥώμην καὶ τοῖς στρατιώταις καὶ τῷ δήμῳ παρέσχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια ἔργα τὰ πεπονηκότα ἀνελάμβανε, καὶ τὰ ἤδη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐτοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ὄνομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων. τὰς δὲ οὐσίας τῶν ἐναντιωθέντων αὐτῶ καὶ ἐν ταῖς μάχαις πεσόντων τοῖς παισὶν ἐκείνων ἢ τοῖς ἄλλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμβόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε. μεγαλοπρεπῶς δὲ εἰς τὸ κοινὸν ἀναλίσκων, εὐτελέστατα διῃτᾶτο, καὶ οὐδὲν ἔξω τῶν ἀναγκαίων ἐδαπάνα. ἦν δὲ οὔτε ἐξ εὐγενῶν οὔτε πλούσιος. πάντας δὲ τοὺς προσιόντας αὐτῷ προσεδέχετο. τοῖς δὲ φίλοις καὶ πρὸ τῆς ἔω καὶ ἐπὶ τῆς εὐνῆς κατακείμενος συνεγίνετο· καὶ αἶ θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας ἦσαν, καὶ φρουρὸς οὐκ ἦν ἐν αὐταῖς. τό τε σύμπαν, τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ νενόμιστο, εἰς τἄλλα δὲ πάντα κοινὸς καὶ ἰσοδίαιτος ἦν τοῖς λοιποῖς. Τῶν δ’ Ἱεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν Ἰταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφ’ ἅρματος ἔπεμψαν· συνέπεμπε δὲ σφίσιν αὐτὰ καὶ ὁ Δομετιανὸς ὑπατεύων ἐπὶ κέλητος μετὰ δὲ τοῦτο διδασκάλους ἐν τῇ Ῥώμῃ καὶ τῆς Λατίνων καὶ τῆς Ἑλληνικῆς παιδείας κατέστησε, μισθὸν ἐκ τοῦ δημοσίου φέροντας. κατηγορίαν δὲ ὁ Μουκιανὸς τῶν φιλοσόφων πολλὴν ποιησάμενος ἔπεισε τὸν Οὐεσπασιανὸν ἐξελάσαι αὐτοὺς τῆς Ῥώμης· καὶ πλὴν τοῦ Μουσωνίου ἅπαντες ἀπηλάθησαν. χρηματιστὴς δ’ ἐνομίζετο, ὅτι ἀνδριάντα στῆσαι αὐτῷ ψηφισαμένων τινῶν, οὗ τὸ ἀνάλωμα μυριάδες ἦσαν πέντε καὶ εἴκοσι, προέτεινε τὴν χεῖρα “δότε μοι τὸ ἀργύριον” εἰπών· “ἡ γὰρ βάσις αὐτοῦ αὕτη ἐστί.” καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τέλει τινὶ ᾧ αὐτὸς καταδεδείχει, εἶπεν, χρυσοῦς ἐξ αὐτοῦ πεπορισμένους λαβών, “ἰδού, τέκνον, εἴ τι ὄζουσιν. “ἐπεβουλεύθη δὲ ὑπὸ Ἀλιηνοῦ καὶ ὑπὸ Μαρκέλλου. φωραθέντες δὲ ὁ μὲν Ἀλιηνὸς ἐν τοῖς βασιλείοις ἐσφάγη, τοῦ Τίτου κελεύσαντος, Μάρκελλος δὲ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς αὐτὸς ἑαυτὸν ἀνεῖλε ξυρῷ τεμὼν τὸν λαιμόν. Οὐεσπασιανὸς δὲ νοσήσας πυρετοῖς μετήλλαξεν· ὡς δέ τινες ἔφασαν, τοῦ Τίτου καταψευδόμενοι, φάρμακον ἐν συμποσίῳ τινὶ πεπωκώς. ἐπιτιμώντων δὲ αὐτῷ νοσοῦντι τῶν ἰατρῶν ὅτι νοσῶν πάντα τὰ τῇ ἀρχῇ προσήκοντα ἔπραττε, “τὸν αὐτοκράτορα” ἔφη “ἑστῶτα δεῖ ἀποθνήσκειν.” ἀπεβίω δὲ ζήσας ἔτη ἐννέα καὶ ἐξήκοντα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας ὀκτώ, μοναρχήσας δὲ ἔτη δέκα, ἕξ δέοντα ἡμερῶν.