Ancient Greek · ~14 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.18.1
Not analysed yet
Τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν διεδέξατο. ὃς μοναρχήσας οὔτε φονικόν τι οὔτε ἐρωτικὸν ἔπραξεν, ἢ ὅτι μετεβάλλετο ἢ ὅτι ἐπὶ βραχύτατον, ὥς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω. δύο γὰρ ἔτη μετὰ τὴν αὐταρχίαν καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν ἔζησεν, ἐπ’ ἐννέα καὶ τριάκοντα ἔτεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εἴκοσι. διὸ καὶ ἐξ ἴσου αὐτὸν ἄγουσι τῇ τοῦ Αὐγούστου πολυετίᾳ, ὅτι οὔτ’ ἐκεῖνος ἐφιλήθη ἄν, εἰ ἐλάττω χρόνον ἐζήκει, οὔτ’ ἂν οὗτος, εἰ πλείονα· ὁ μὲν ὅτι τραχύτερος κατ’ ἀρχὰς διὰ τὰς στάσεις καὶ τοὺς πολέμους γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ πολυχρονίῳ λαμπρύνεσθαι, ὁ δ’ ὅτι ἐπιεικῶς ἄρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχ’ ἂν ἐλεγχθείς, εἴ γ’ ἑ ἐβίω ἐπὶ μακρόν, ὅτι εὐτυχίᾳ πλείονι ἐχρήσατο ἢ ἀρετῇ. οὔτ’ ἑ δέ τινα τῶν βουλευτῶν ἐν τῇ αὐτοῦ ἡγεμονίᾳ ἀπέκτεινε καὶ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν πρότερον αὐτοκρατόρων δοθέντα τισίν. ἦν δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν· οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν. Ἐπὶ τούτου καὶ ὁ Ψευδονέρων ἐφάνη, ὃς Ἀσιανὸς ἦν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ εἶδος καὶ τὴν φωνήν· καὶ γὰρ ἐκιθαρῴδει. ἔκ τε τῆς Ἀσίας τινὰς προσεποιήσατο, καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς Ἀρτάβανον τὸν τῶν Πάρθῶν κατέφυγεν ἀρχηγόν· ὃς καὶ δι’ ὀργῆς τὸν Τίτον ποιούμενος ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς Ρώμην παρεσκευάζετο. Ἐν δὲ τῷ πρώτῳ τῆς ἡγεμονίας αὐτοῦ ἔτει πῦρ ἐν Καμπανίᾳ πολὺ κατὰ τὸ φθινόπωρον ἀθρόον ἐξήνθησε. τὸ γὰρ ὄρος τὸ Βέσβιον, κατὰ Νέαν ὂν πόλιν, ἔχει πυρὸς ἀφθόνους πηγάς· μέσον δέ γε μόνον πεπύρωται, τὰ δ’ ἔξωθεν εἰσὶν ἄπυρα. τῶν οὖν ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἶ μὲν πέριξ κορυφαὶ τὸ ἀρχαῖον σώζουσιν ὕψος, τὸ δὲ μέσον δαπανηθὲν τῷ πυρὶ κοῖλον ἐκ τοῦ συνιζάνειν ἐγένετο. καὶ ἀναδίδοται ἐξ αὐτοῦ τῆς μὲν νυκτὸς φλόξ, τῆς δ’ ἡμέρας καπνὸς καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον· ἐνίοτε δὲ καὶ τέφραν ἀναβάλλει, ὅταν ἀθρόον ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, ὅταν ὑπὸ πνεύματος ἐκβιασθῇ· ἠχεῖ τε καὶ βοᾷ, μὴ συμπεπιλημένας, ἀλλ’ ἀραιὰς καὶ ἐλευθέρας τὰς ἀναπνοὰς ἔχον. τοιοῦτον μέν ἐστι τὸ Βέσβιον· τότε δὲ κτύπος ἐξαίσιος ἐξαπίνης ὡς τῶν ὀρῶν συμπιπτόντων ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, μ εγέθεις, πῦρ πολὺ καὶ καπνὸς ἄπλετος, ὡς καὶ τὸν ἥλιον συγκρυφθῆναι καὶ σκότος ἐκ φωτὸς γενέσθαι. καὶ τέφρα δὲ ἀνεφυσήθη ἀμύθητος, ὡς τῆς τε γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ ἀέρος κατασκεδασθῆναι παντὸς καὶ τοὺς ἰχθύας τά τε ὄρνεα διαφθαρῆναι, καὶ δύο πόλεις, τό τε Ἑρκουλάνεον καὶ τοὺς Πομπηίους, ἐν θεάτρῳ τοῦ δήμου αὐτῶν καθημένου, καταχωσθῆναι. τοσαύτη δ’ ἦν ἡ τέφρα ὥστε τι αὐτῆς καὶ ἐς Ἀφρικὴν ἐλθεῖν καὶ εἰς Συρίαν καὶ εἰς τὴν Αἴγυπτον καὶ εἰς αὐτὴν τὴν Ῥώμην· ἐξ ἧς ὕστερον λοιμώδης νόσος ἐνέσκηψεν. Ὁ δ’ οὖν Τίτος τοῖς Καμπανοῖς καὶ οἰκιστὰς ἔπεμψε καὶ χρήματα ἐδωρήσατο ἄλλα τε καὶ τὰ τῶν ἀκληρονομήτων. αὐτὸς δὲ οὐδὲν παρ’ οὐδενός, καίτοι πολλῶν διδόντων, ἐδέξατο· πολλὰ δὲ τῶν δημοσίων ἔργων ἀνέστησεν οἴκοθεν. καὶ ἀγῶνας ἐποίησε θαυμαστούς, μαστούς, ἐν οἶς σφαιρία ξύλινα μικρὰ ἄνωθεν ἐρρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινός, τὸ δὲ ἐσθῆτος, ἄλλο χρυσοῦ, ἵππων, ὑποζυγίων, βοσκημάτων, ἀνδραπόδων· ἃ οἶ ἁρπάζοντες πρὸς τοὺς δοτῆρας αὐτῶν ἀπάγοντες τὸ ἐπιγεγραμμένον ἐλάμβανον. Τούτου ἐστὶ καὶ ἡ ἀοίδιμος ἐκείνη φωνὴ εἰπόντος “σήμερον οὐκ ἐβασίλευσα, ἐπεὶ οὐδένα εὐηργέτησα.” Τούτου τῷ δευτέρῳ ἔτει Λίνος ὁ πρῶτος ἐπίσκοπος τῆς Ῥωμαίων ἐκκλησίας τελευτῶν Ἀνεγκλήτῳ τὴν ἀρχιερωσύνην παρέδωκε.