Ancient Greek · ~28 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.19.1
Not analysed yet
Τῷ δ’ ἐπιγενομένῳ ἔτει μετήλλαξεν ὁ Τίτος, ὡς μὲν φήμη κρατεῖ, πρὸς τοῦ ἀδελφοῦ ἐπιβουλευθείς, ὡς δ’ ἔν ἴοι γράφουσι, νοσήσας. ἔμπνουν μέντοι αὐτὸν ἔτι ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα πλήρη χιόνος ὁ Δομετιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως. ἀποψύχων δὲ εἰπεῖν λέγεται ὅτι “ἓν μόνον ἐπλημμέλησα”· τί δὲ τοῦτο ἦν οὐ διεσάφησε. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὴν Δομιτίαν ἔσχε τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἕτεροι δὲ ὅτι τὸν Δομετιανὸν οὐκ ἀπέκτεινεν ἐπιβουλεύοντά οἶ σαφῶς, ἀλλ’ αὐτός τε ὑπ’ ὢ ἐκείνου ἐφθάρη καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτω ἐξέδωκεν. Ἔτι γοῦν τοῦ Τίτου ἐμπνέοντος ὁ Δομετιανὸς εἴς τε τὴν Ῥώμην ἀφίππευσε καὶ εἰς τὸ στρατόπεδον εἰσελήλυθε καὶ τὴν ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβεν. ἦν ’δε θρασὺς καὶ ὀργίλος καὶ ἐπίβουλος καὶ κρυψίνους· ἄνθρωπον δὲ ἐφίλησε μὲν ἀληθῶς οὐ δ’ ἔνα πλήν τινων γυναικῶν, ἐπλάττετο δὲ ἀγαπᾶν ὃν μάλιστα κτεῖναι ἤθελεν. ἄπιστος γοῦν καὶ πρὸς τοὺς χαριζομένους αὐτῷ καὶ ὑπηρετοῦντας εἰς τὰ δεινότατα ἦν. καὶ ὁπότε τινὲς αὐτῷ ἢ πλεῖστα πορίσειαν χρήματα ἢ πολλοὺς συκοφαντήσειαν, τούτους ἐκτίννυεν, ἴν’ ὑπ’ αὐτῶν μόνων δοκῇ προβαίνειν τὰ ἀδικήματα. κάκιστος δὲ ὢν καὶ τοὺς τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ φίλους ἀτίμως εἶχε, τοὺς δὲ καὶ διώλεσε. καὶ τὴν γυναῖκα αὐτοῦ Δομιτίαν ὡς ἐπὶ μοιχείᾳ ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι’ αὐτὴν φονεύσας, καὶ τῆ ἀδελφιδῇ Ἰουλίᾳ συνῆν ἀπαρακαλύπτως ὡς γαμετῇ. εἶτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, ἐχρῆτο δ’ οὐ δ’ ὲν ἧττον τῇ Ἰουλίᾳ. Καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τὸν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκὼς καὶ τοῖς στρατιώ- ταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην. πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος, ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθ’ ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. καὶ C τοῖς θεραπεύουσι δὲ καὶ τοῖς μή, ἀμφοτέροις ὁμοίως ἤχθετο, τοῖς μὲν ὡς θωπεύουσι, τοῖς δὲ ὡς καταφρονοῦσι. νίκας δὲ ψευδεῖς προσποιούμενος, ὕπατος μὲν ἐπ’ ἔτη δέκα, τιμητὴς δὲ διὰ βίου κεχει- ροτόνητο. Πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο, χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες. τούς τε γὰρ τῶν χρημάτων πράκτορας ἔφθειραν καὶ τὸν Νουμιδίας ἄρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ἥττησαν οὕτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ τἄλλα τε ἐπιτήδεια καὶ οἶνον, ἐμπλησθέντες ὕπνωσαν. καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους διέφθειρεν ἅπαντας. ἐφ’ ᾧ ὁ Δομετιανὸς ἐπαρθεὶς εἶπε πρὸς τὴν βουλὴν ὅτι “Νασαμῶνας ἐκώλυσα εἶναι.” ἤδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο, ἀλλὰ καὶ ἐγράφετο. ἐν δὲ θ’ ἐᾷ ὑετοῦ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδένα εἴασεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ’ αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνοις οὐδὲν μεταμφιάσασθαι παρεχώρησε· κἀντεῦθεν πολλοὶ νοσήσαντες ἐτελεύτησαν. τοὺς δ’ ὑπ’ αὐτοῦ κολασθέντας ἐξαριθμήσασθαι οὐκ ἄν τις δύναιτο συχνοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν· ὄν ἔνιαι καὶ ὑέ αὐτοῦ ἐμοιχεύθησαν. καὶ ἄλλαις δ’ αἰτίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον. γυνὴ γάρ τις ὅτι ἐναντίον εἰκόνος αὐτοῦ ἀπεδύσατο ἐφονεύθη, καὶ ἕτερος ὡς ἀστρολόγοις ὡμιληκώς. Μετιὸν δέ τινα, ὃν ἡ φήμη μοναρχῆσαι μέλλειν ἐκήρυττεν, ἐξορίσας ἐφόνευσεν, ἐγκαλέσας αὐτῷ ὅτι ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχε γεγραμμένην τὴν οἰκουμένην. καὶ σοφιστήν τινα, ὅτι ἀσκῶν μελέτην κατὰ τυράννων συνεγράψατο, θανάτῳ ἐκόλασε. πολλοὶ δὲ καὶ ὡς φιλοσοφοῦντες διώλοντο, καὶ οἶ λοιποὶ ἐξηλάθησαν. Τοιαῦτα δὲ πράττων ἐπεβουλεύθη παρά τε Παρθενίου καὶ Σιγηροῦ τῶν προκοίτων αὐτοῦ καὶ Ἐντέλλου τοῦ τὰ τῆς ἀρχῆς βιβλία διέποντος καὶ Στεφάνου ἀπελευθέρου. τὴν δ’ ἐπιβουλὴν οὔτε ἡ γυνὴ αὐτοῦ Δομιτία ἠγνόησεν οὔτε ὁ ἔπαρχος Νωρβανὸς οὔτε ὁ συνάρχων Πετρώνιος. ἥ τε γὰρ Δομιτία ὑπ’ αὐτοῦ μισουμένη ἐδεδίει μὴ ἀποθάνῃ καὶ οἶ ἄλλοι οὐκέτ’ αὐτὸν ἐφίλουν. λέγεται δὲ ὅτι πάντας τὰς ἅμα αὐτοὺς ὁ Δομετιανὸς ὑποπτεύων ἀποκτεῖναι ἐμελέτα, καὶ τὰ ὀνόματα αὐτῶν ἀπογραψάμενος ἐν τῇ κλίνῃ ὑπέθετο ὑπὸ τὸ προσκεφάλαιον· καί τι παιδίον τὴν ἀπογραφὴν ἀφελόμενον ἔφερε, μὴ εἰδὸς τί φέρει. ἐντυχοῦσα δὲ ἡ Δομιτία αὐτῷ, καὶ ἀναγνοῦσα τὰ γεγραμμένα, κἀκείνοις ἐμήνυσε· κὰκ τούτου συνετάχυναν τὴν ἐπιβουλήν. Καὶ πολλὰ δὲ σημεῖα ἐγένοντό οἶ οὐκ αἴσια. Λαργῖνος δέ τις Πρόκλος, ἐν Γερμανίᾳ προειπὼν ὅτι κατὰ τήνδε τὴν ἡμέραν τελευτήσει ὁ Δομετιανός, ἐπέμφθη διὰ τοῦτο συσχεθεὶς εἰς τὴν Ῥώμην· καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ ἔφη καὶ τότε οὕτω γενήσεσθαι. καταδικασθεὶς δὲ θανεῖν ἀνεβλήθη, ὅπως μετὰ τὴν ἡμέραν ἐν ᾗ ἔφη ἀποθανεῖσθαι μέλλειν τὸν Δομετιανὸν φονευθῇ· σφαγέντος δὲ τοῦ Δομετιανοῦ κατ’ ἐκείνην, ἐσώθη. ἕτερος δέ τις εἰπὼν αὐτῷ ὁπότε καὶ ὅπως φθαρήσεται, ἠρωτήθη ὁποίῳ καὶ αὐτὸς τρόπῳ θανεῖται· καὶ φήσας ὡς ὑπὸ κυνῶν ἀναλωθήσεται, ζῶν κατεκρίθη καυθῆναι καὶ τῷ πυρὶ προσερρίφη. ὑετοῦ δὲ καταρραγέντος πολλοῦ ἡ μὲν πυρὰ ἐσβέσθη, ἐκεῖνον δὲ ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον αὐτῇ κύνες εὑρόντες διε- διεσπάραξαν. Τῷ δὲ Δομετιανῷ τὸ μεσημβρινὸν ἀναπαυομένῳ τὸν Στέφανον ὡς τῶν ἄλλων ἐρρωμενέστερον εἰσέπεμψεν ὁ Παρθένιος. καὶ ἐπλήγη μὲν ὁ Δομετιανός, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ’ αὐτοῦ ἔκειτο· εἶτ’ αὖθισὑπ’ ἐκείνου καὶ ἑτέρων προσκατειργάσθη. καὶ ὁ μὲν οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος δὲ προσαπώλετο, συνδραμόντων ἑέ αὐτὸν τῶν οὐ μετεσχηκότων τῆς συνωμοσίας. Ἀπολλώνιος δὲ ὁ Τυανεύς, φιλόσοφος δὲ ἦν οὗτος Πυθαγορικός, γόης δὲ μάλιστα, ἐν Ἐφέσω τότε διάγων καὶ τῷ πλήθει διαλεγόμενος κατὰ τὴν ὥραν καθ’ ἣν ὁ Δομετιανὸς ἀνῃρεῖτο, ὡς ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη, ἐπί τινα ὥραν ἐνεὸς ἔστη, εἶτα ἐξεβόησεν “εὖγε, Στέφανε, παῖε τὸν ἀλιτήριον· ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.” τοῦτο δὲ καὶ ὁ Φιλόστρατος τὸν τοῦ Ἀπολλωνίου βίον συγγεγραφὼς οὕτως ἀνέγραψεν. Ἔζησε δὲ Δομετιανὸς ἔτη πρὸς τέσσαρσι τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἕξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ πεντεκαίδεκα καὶ ἡμέρας πέντε. Τῷ δὲ τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον ἀρχιερεὺς γεγονὼς ἐτελεύτησε, καὶ Ἀβίλιος αὐτὸν διεδέξατο, δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας γενόμενος. τῷ δωδεκάτῳ δ’ ἔτει τῆς ἡγεμονίας αὐτοῦ τελευτήσαντος Ἀνεγκλήτου Κλήμης τὴν ἀρχιερωσύνην τῆς Ῥώμης παρέλαβε, τρίτος ταύτης χρηματίσας ἐπίσκοπος, κατὰ τὸν Εὐσέβιον. Οὗτος ὁ ἔχθιστος αὐτοκράτωρ μετὰ Νέρωνα αὖθις τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἀνεκίνησε, τῆς ἐκείνου θεομαχίας διάδοχος γεγονός· ὃς καὶ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Ἰωάννην ἐν Πάτμῳ τῇ νήσῳ διὰ τὸ κήρυγμα περιώρισε, καὶ τοὺς ἀπογόνους Δαβὶδ ἀναιρεῖσθαι πρόσ’ ἔταξε. ταῦθ’ ἱστορῶν ὁ Εὐσέβιος τὸν Ἡγήσιππον παράγει λέγοντα οὕτως. “ἔτι δὲ περιῆσαν υἱωνοὶ Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου ἀδελφοῦ τοῦ κυρίου, οὕς τινες προσήγγειλαν ὡς ἐκ γένους ὄντας Δαβίδ. τούτους πρὸς αὐτὸν ἀχθέντας ὁ Δομετιανὸς ἤρετο εἰ ἐκ Δαβίδ εἰσι· καὶ κατέθεντο. προσεπήρετο οὖν πόσας κέκτηνται κτήσεις καὶ πόσων εὐποροῦσι χρημάτων· οἶ δ’ ἔφασαν ἐνακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, καὶ ταῦτα οὐκ έν ἀργυρίοις ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς ἐξ ἧς αὑτούς τε διατρέφεσθαι αὐτουργοῦντας καὶ τοὺς φόρους εἰσφέρειν· καὶ τὴν τῶν χειρῶν δὲ τραχύτητα ἐπεδείκνυον τῆς αὐτουργίας μαρτύριον. ἐρωτηθέντες δὲ καὶ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας, ὁποία τις εἴη καὶ ποῖ καὶ πότε φανησομένη, οὐ κοσμικὴν αὐτὴν εἶναι οὐδ’ ἐπίγειον ἀπεκρίναντο, ἀλλ’ ἐπουράνιον, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος φανησομένην. ἐφ’ οἶς ὡς εὐτελῶν αὐτῶν καταφρονήσας ὁ Δομετιανὸς ἐλευθέρους ἀφῆκε, καὶ τὸν διωγμὸν προστάγματι ἔπαυσεν.”