Ancient Greek · ~12 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.20.1
Not analysed yet
Ὁ μὲν οὖν κάκιστος γεγονὼς βιαίως ἀπέρρηξε τὴν ζωήν, ὡς εἴθε καὶ πρὸ τῆς μοναρχίας, ἡ δ’ ἡγεμονία εἰς Νερούαν μετήνεκτο, ἄνδρα καὶ εὐγενέστατον καὶ ἐπιεικέστατον. οἱ γὰρ τῷ Δομετιανῷ ἐπιβουλεύοντες οὐ πρότερον ἔργου ἥψαντο πρὶν τὸν διαδεξόμενον τὴν αὐταρχίαν ἐβεβαιώσαντο. ἦλθον οὖν ἐπὶ τὸν Νερούαν· ὃς ἀστρολόγων ὅτι μοναρχή- σεῖ φησάντων μικροῦ διώλετο ἄν. ὁ γὰρ Δομετιανὸς πάντων τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους κἀκ τούτου τῶν ἐλπιζομένων ἔν τινι δυνάμει ἔσεσθαι προανήλισκε. καὶ τοῦτον ἀπέκτεινεν ἂν, εἰ μή τις τῶν ἀστρολόγων αὐτῷ εὐνοῶν ἔφη ὅτι δι’ ὀλίγων ἡμερῶν τελευτήσει· πιστεύσας γὰρ ὄντως τοῦτ’ ἔσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι, ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. διὰ ταῦτα γοῦν ῥᾷον B ἔπεισαν αὐτὸν συνθέσθαι τῇ τῆς ἡγεμονίας καταδοχῇ. καὶ φθαρέντος τοῦ Δομετιανοῦ εὐθὺς αὐτὸς τὴν αὐταρχίαν ἐδέξατο. καὶ τοῖς ὑπ’ ἐκείνου ἐξελαθεῖσι δόγματι ἐπανελθεῖν ἐφῆκε καὶ τὰς οὐσίας ἀπολαβεῖν. ἡ δέ γ’ ἑ σύγκλητος καθαιρεθῆναι τὰς Δομετιανοῦ τιμὰς ἐψηφίσατο. Τότε τοίνυν καὶ τὸν μέγαν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς ἐν τῇ Πάτμῳ ὑπερορίας λόγος ἔχει ἐπανελθεῖν πρὸς τὴν Ἔφεσον. Ἦν δὲ ὁ Νερούας φιλοδίκαιος καὶ χρημάτων οὐχ ὁ ἥττητο. ἐκείνου γὰρ μοναρχοῦντος Ἀττικὸς ὁ τοῦ σοφιστοῦ Ἡρώδου πατήρ, ὡς ὁ Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν ἀνεγράψατο, θησαυροῦ τι εὗρεν ἐπὶ τῆς οἰκίας χρῆμα ἀμύθητον. καὶ φοβηθεὶς C ἔγραψε τῷ Νερούᾳ ὡς “θησαυρὸς ἐπὶ τῆς οἰκίας εὑρέθη μοι· τί οὖν κελεύεις περὶ αὐτοῦ;” καὶ ὃς ἀντέγραψεν “χρῶ τῷ εὑρήματι.” ὁ δ’ ἔτι εὐλαβηθεὶς ἔγραψεν αὖθις “ἀλλ’ ὑπὲρ ἐμὲ τυγχάνει τὸ εὑρεθέν.” καὶ ὁ αὐτοκράτωρ πρὸς τοῦτο “καὶ καταχρῶ” ἀντεπέστειλε. Τούτου βασιλεύοντος ὁ δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας Ἀβίλιος μετήλλαξε τὴν ζωήν, καὶ Κέρδων τῆς ἐκεῖ ἐκκλησίας προέστη. τῆς δ’ ἐν Ἀντιοχείᾳ ἐκκλησίας Ἰγνάτιος τότε ὁ θεόφορος προίστατο, δεύτερος καὶ οὗτος ἐπίσκοπος ἐκεῖ μετὰ Εὐόδιον γνωριζόμενος. ὁμοίως δὲ καὶ τῆς ἐν Ἱεροσολύμοις τῶν πιστῶν ἐκκλησίας Συμεὼν ἐξηγεῖτο, δεύτερος καὶ οὗτος μετὰ τὸν συγγενῆ Ἰάκωβον τὸν ἀδελφὸν τοὐ κυρίου λεγόμενον τὴν ἐπισκοπὴν λελογχώς. Παρὰ τούτου τοῦ αὐτοκράτορος αἷ μονομαχίαι καὶ ἡ τούτων θέα ἀπηγορεύθησαν. ἔπραττε δὲ οὐδὲν γνώμης ἄτερ τῶν ἐξόχων τῶν τῆς βουλῆς. οὗτος ἐνομοθέτησε καὶ τὸ μή τινα τὰ παιδογόνα μόρια παρὰ Ῥωμαίοις ἐκτέμνεσθαι μήτε μὴν ἄγεσθαι πρὸς γάμον ἀδελφιδῆν. φωράσας δὲ τὸν Καλπούρνιον Κράσσον καὶ ἄλλους ἐπιβουλεύοντάς οἱ, ἔν τινι θέᾳ πλησίον αὐτοῦ καθίσας αὐτοὺς μήπω γνόντας ὅτι πεφώρανται, ξίφη αὐτοῖς ἐνεχείρισεν, ἵνα τάχα ἴδοιεν αὐτὰ εἰ εὖ ἐξείργασταί τε καὶ τέθηκται· τῇ δ’ ἀληθείᾳ, ἵνα γνοῖεν ὡς καταπεφρόνηταί οἱ ὁ θάνατος. ἔλεγε δὲ ὅτι “οὕτως ἦρξα ὥστε δύνασθαι καὶ τὴν ἀρχὴν ἀποθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.” διὰ δὲ τρόπων χρηστότητα καὶ γῆρας βαθὺ καταφρονούμενος, ἀναβὰς εἰς τὸ Καπιτώλιον ἐξεβόησεν ‘ἀγαθῆ̣ τύχῃ τῆς τ’ ἑ βουλῆς καὶ τοῦ δήμου, Μάρκον Οὔλπιον Νερούαν Τραιανὸν εἰσποιοῦμαι.” εἶτα καὶ Καίσαρα ἀνεῖπεν αὐτόν, καὶ αὐτοχείρως ἐπέστειλε τῷ ἀνδρὶ τῆς Γερμανίας ἄρχοντι τότε “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.” ἄρξας οὖν ὁ Νερούας ἐφ’ ἴνα ἐνιαυτὸν καὶ μηνῶν τετρακτύν, μετήλλαξε τὴν ζωὴν νοσήσας καὶ αὐτοκράτορα τὸν Τραιανὸν προβαλόμενος.