Ancient Greek · ~20 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.21.1
Not analysed yet
Τραιανὸς δὲ τὸ γένος εἷλκεν ἐξ Ἰβηρίας, δεύτερον ἐπὶ τεσσαρακοστῷ ἔτος ἄγων ἀπὸ γενέσεως ὅτε τῆς αὐταρχίας τετύχηκεν, ὥστ’ ἐν ἀκμῇ αὐτὸν εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μήτε θράσους ὑπὸ νεότητος πίμπλασθαι μήθ’ ὑπὸ γήρους ἀμβλύνεσθαι. ἐτίμα δὲ τοὺς ἀγαθούς, καὶ εὖ πρὸς πάντας διατιθέμενος οὔτ’ ἐδεδοίκει τινὰς οὔτε μὴν ἀπηχθάνετο οὔτε προσεῖχε τοῖς διαβάλλουσιν οὔτ’ ἦν ὀξύρροπος πρὸς ὀργήν, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καίτοι μεγαλόφρων καὶ μεγαλογνώμων γενόμενος καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν δημοσίοις οἰκοδομήμασιν ἐδαπάνα πολλά. καὶ ἐπειδὴ τὸν ἐν τῇ Ῥώμῃ ἱππόδρομον φθαρέντα ἀνήγειρε μείζω τε καὶ περικαλλέστερον, ἐπέγραψεν αὐτῷ ὅτι ἐξαρκοῦντα τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησε. καὶ μᾶλλον ἔχαιρε φιλούμενος ἢ τιμώμενος, καὶ ἀγαπητὸς ἤθελεν εἶναι τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ φοβερός. τῆς μὲν οὖν ἐν λόγοις παιδείας οὐ μετέσχηκε, τὸ δ’ ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ εἰργάζετο. οἴνου δ’ ἡττώμενος νήφων ἦν, καὶ ἐπτοημένος περὶ μειράκια οὐδένα ἐλύπησε. φιλοπόλεμος δὲ γεγονὼς καὶ πλεῖστα κατωρθωκὼς οὐκ εἴα τοὺς D στρατιώτας ὑπερφρονεῖν, οὕτως ἐγκρατῶς αὐτῶν ἦρχεν. ἦν δ’ αὐτῷ γυνὴ Πλωτῖνα. Ἐστράτευσε μέντοι ἐπὶ Δᾶκας, ἢ Δακοὺς κατὰ Ἴωνας, ὡς ὁ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς Ῥωμαïκῆς ἱστορίας φησί, μήτε χρήματα ἃ ἐπετείως ἐλάμβανον διδόναι αὐτοῖς ἀνεχόμενος καὶ δίκας εἰσπράξασθαι τῶν πεπραγμένων αὐτοῖς ἱμειρόμενος. πυθόμενος οὖν ὁ Δεκέβαλος, ὃς ἦρχε Δακῶν, τὴν τοῦ Τραιανοῦ κατὰ τοὐ ἔθνους ὁρμήν, ἔδεισεν, εἰδὼς τὸν ἄνδρα στρατηγικώτατον. καὶ πολέμου συρραγέντος σφίσι πολλοὺς μὲν τῶν πολεμίων ἀπέκτειναν οἱ Ῥωμαῖοι, οὐ μείους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. τοσοῦτοι δ’ ἦσαν οἱ τραυματίαι ὡς ἐπιλιπόντων τῶν ἐπιδέσμων μηδὲ τῆς ἑαυτοῦ ἐσθῆτος φείσασθαι τὸν Τραιανόν. ἐπεὶ δὲ τά τε ἄκρα, δυσχερῶς μέν, κατέλαβε δέ, καὶ πέλας τῶν βασιλείων ἦλθεν αὐτῶν, πρέσβεις ὁ Δεκέβαλος πέπομφε, συντιθέμενος τά τε ὅπλα καὶ τὰ μηχανήματα καὶ τοὺς μηχανοποιοὺς παραδοῦναι, καὶ ἅπαν ἕτερον ὃ ἂν ἀπαιτοῖτο ποιῆσαι· καὶ πρὸς τὸν αὐτοκράτορα ἐλθὼν ἐς οὖδας κα—τακλιθεὶς αὐτῷ προσεκύνησεν. εἶτα εἰς τὴν Ἰταλίαν ὁ Τραιανὸς ἀναζεύξας καὶ τοὺς τοῦ Δεκεβάλου πρέσβεις ἐπήγετο. οἵπερ εἰσαχθέντες εἰς τὸ συνέδριον, καὶ τὰ ὅπλα τε ἀποθέμενοι καὶ τὰς χεῖρας συνάψαντες ἐν αἰχμαλώτων σχήματι πολλά τε εἶπον καὶ ἱκέτευσαν· καὶ οὕτω σπονδῶν τυχόντες αὖθις τὰ ὅπλα ἀπέλαβον. Τραιανὸς δὲ καὶ ἐθριάμβευσε καὶ Δακικὸς ὠνομάσθη. οὐχ ὡς ἀρήιος δὲ τῶν ἄλλων ἠμέλει ἢ ἧττον ἐδίκαζεν, ἀλλὰ καὶ πολλαχοῦ καὶ πολλάκις ἐπὶ βήματος ἔκρινεν. Ὡς δὲ ἀπηγγέλλετο αὐτῷ ὁ Δεκέβαλος αὖθις νεωτερίζων καὶ ταῖς συνθήκαις οὐκ ἐμμένων, αὐτὸς καὶ πάλιν πρὸς ἐκεῖνον ἐστράτευσε. καὶ ὁ Δεκέβαλος ἡττώμενος ἰσχύι; δόλῳ αὐτοῦ περιγενέσθαι διεμελέτησε. καὶ εἰδὼς εὐπρόσιτον ὄντα Τραιανὸν καὶ τὸν βουλόμενον εἰς ὁμιλίαν δεχόμενον, ψευδαυτομόλους ἀπέστειλεν, ἴν’, εἰ δυνηθεῖεν, αὐτὸν διαχρήσαιντο. εἶς δ’ ἐκείνων ὑποπτευθεὶς συνελήφθη, καὶ ἐτασθεὶς ἐξέφηνε τὸ ἀπόρρητον. γεφυρώσας δὲ τὸν Ἴστρον ὁ αὐτοκράτωρ, καὶ ἔργον τοῦτο διαπραξάμενος μήτε θαυμασθῆναι ἀξίως μήτ’ ἐξηγηθῆναι δυνάμενον, διὰ τῆς γεφύρας τε ταύτης τὸν ποταμὸν περαιωθείς, μόλις μὲν καὶ κινδυνωδῶς ἐκράτησε τῶν Δακῶν, ἐκράτησε δ’ οὖν. καὶ ὁ Δεκέβαλος ἀπογνοὺς διεχειρίσατο ἑαυτόν. κἀντεῦθεν τὸ ἔθνος τὸ τῶν Δακῶν καὶ ἡ χώρα σφῶν Ῥωμαίοις ὑπήκοος γέγονε. καὶ τοὺς θησαυροὺς δ’ εὗρε τοὺς Δεκεβάλου, καίτοι δυσχεροῦς οὔσης τῆς τούτων εὑρέσεως. ποταμὸν γάρ, ὃς τοῖς βασιλείοις αὐτοῦ παρέρρει, μετοχετεύσας ὁ βάρβαρος, τὴν γῆν ἐφ’ ἧς διῄει τὸ ὕδωρ ὤρυξεν εἰς βάθος πολύ, καὶ πλεῖστον μὲν χρυσόν, πλείω δὲ ἄργυρον, καὶ ἄλλα τῶν τιμίων ὅσα μὴ πέφυκεν ἐξ ὑγρότητος φθείρεσθαι, καταθέμενος τῷ ὀρύγματι, πλαξί τε κατέστρωσε τὴν ἐκεῖ γῆν καὶ χοῦν ταύταις ἐπήνεγκε, καὶ οὕτως αὖθις τὸ ὕδωρ εἰς τὴν πρώτην μετέστρεψε δίοδον· καὶ ἐς σπήλαιον δὲ πολλὰ ἐναπέθετο. ταῦτα δ’ ἐποίει μή τινος ἄλλου παρόντος ἢ αἰχμαλώτων οἳ περὶ ταῦτα ἐπόνουν· καὶ μετὰ τὴν κατάκρυψιν τοὺς αἰχμαλώτους ἐκτίννυεν, ἵνα μὴ ἔκφορα τὰ παρ’ αὐτῶν γεγονότα ποιήσωσιν. εἰς δέ τις ἑταῖρος τοῦ Δεκεβάλου συνειδὼς τὰ τεθησαυρισμένα ὑπέδειξεν αὐτά. Τὸν δὲ Λικίνιον Σούραν πλούσιον ἄνδρα φιλῶν, καὶ ὑπ’ ἐκείνου φιλούμενος, διαβαλόντων τινῶν τὸν ἄνθρωπον ὡς ἐπιβουλεύοντα αὐτῷ, ἄκλητος πρὸς ἐκεῖνον ἐπὶ δεῖπνον ἀπῆλθε, καὶ τοὺς δορυφόρους ἀποπέμψας τὸν ἰατρὸν τοῦ Σούρα ἐκάλεσε, καὶ δι’ ἐκείνου τοὺς ὀφθαλμούς, διὰ δὲ τοῦ κουρέως ἐκείνου τὴν ὑπήνην ἐξύρατο· εἶτα καὶ ἐλούσατο καὶ ἐδείπνησε. καὶ τοῖς τὸν Σούραν διαβάλλουσιν ἔφη τῇ ὑστεραίᾳ “εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, οὐδὲν ἐκώλυε τὸν ἄνδρα χθὲς τοῦτο ποιῆσαι.” Ἔπαρχον μέντοι τῶν δορυφόρων προχειριζόμενος, καὶ ὀρέγων αὐτῷ τὸ ξίφος ὃ παραζώννυσθαι αὐτὸν ἐχρῆν, “λάβε τοῦτο” ἔφη, “καὶ εἰ μὲν ἄρχω καλῶς, ὑπὲρ ἐμοῦ τούτῳ χρῆσαι, εἰ δὲ κακῶς, κατ’ ἐμοῦ.” ἐποίησε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ μετὰ ταῦτα κατὰ Παρθῶν καὶ Ἀρμενίων ἐστράτευσεν, ὅτι τὸ διάδημα ὁ Ἀρμένιος οὐχ ὑπ’ αὐτοῦ ἔλαβεν, ἀλλὰ παρὰ τοῦ Παρθῶν βασιλέως. ἦν δὲ σκῆψις τοῦτο, τὸ δ’ ὅλον φιλοτιμία καὶ δόξης ἔρως. ἐχειρώσατο οὖν τὴν Ἀρμενίαν. καὶ αὐτῷ ἡ βουλὴ πολλὰ ἐψηφίσατο, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ὄπτιμον ἐπωνόμασεν, ἄριστον δὲ τοῦτο δηλοῖ ἐξελληνιζόμενον, εἶτα καὶ Παρθικὸν αὐτῷ ἐπίκλησιν ἔθετο. ὁ δὲ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Ὀπτίμου προσηγορίᾳ ἦν σεμνυνόμενος,