Ancient Greek · ~15 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.22.1
Not analysed yet
ὅτι τοὺς τρόπους ὑπεδήλου αὐτοῦ. Σεισμοῦ δὲ ἐπὶ τῆς αὐταρχίας αὐτοῦ σφοδροτάτου συμβάντος, καὶ ἄλλαι μὲν ἔπαθον πόλεις, μᾶλλον δὲ τῶν ἄλλων ἡ πρὸς τῷ Ὀρόντῃ πέπονθεν Ἀντιόχεια. ὅτε καὶ αὐτὸς ὁ Τραιανὸς ἐκεῖ διατρίβων μικροῦ κεκινδύνευκεν ἄν· ἐπλήγη δὲ τέως ἐκ τοῦ τῆς οἰκίας, ἐν ᾗ διῆγε, συμπτώματος. ἀριθμοῦ δὲ κρεῖττον πλῆθος συγκέχωστο τοῖς συμπτώμασι. καὶ οἱ μὲν συντριβόμενοι τῷ βάρει τῶν καταπιπτόντων ἀπώλλυντο, οἱ δὲ ἐν διακένοις τισὶ τυχαίως συμβαίνουσιν, οὕτω τῶν ὑλῶν συμπιπιουσῶν, διασωζόμενοι, ἐξελθεῖν δ’ ἐκεῖθεν οὐκ ἰσχύοντες, λιμῷ διεφθείροντο· ἐπεκράτει γὰρ ὁ κλόνος τῆς γῆς ἐφ’ ἡμέρας πολλάς. ἤδη δὲ παυσαμένης τῆς συμφορᾶς ἐπέβη τις ἀναθαρσήσας τῶν ἐρειπίων, καὶ ἤκουσε βοώσης κάτωθεν γυναικός. ἀνορύξαντες οὑν τὴν ἄνθρωπον D ἀνεσώσαντο, καὶ παιδίον φέρουσαν ὑπομάζιον, ὃ τῷ γάλακτι ἔτρεφεν, ἀλλὰ μέντοι καὶ ἑαυτήν. ἐκ τούτου καὶ τὰ λοιπὰ ἀνεχώννυον· ἀλλ’ οὐχ εὗρον ζῶντάς τινας πλὴν παιδίου ἑνός, τῷ λιμῷ δὲ φθαρέτας πολλούς. Ἔαρος δ’ ἐπιστάντος κατὰ τῶν Παρθῶν αὖθις ἐχώρησεν ὁ Τραιανός· καὶ τῆς τε Ἀδιαβηνῆς ἀπάσης ἐκράτησεν, ἣ μέρος ἐστὶ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον, καὶ τῶν Γαυγαμήλων καὶ τῶν Ἀρβήλων, παρ’ οἷς Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε· καὶ μέχρι τῆς Βαβυλῶνος προῆλθεν αὐτῆς. ἐπεραιώθη δὲ καὶ τὸν Τίγριν καὶ εἰς τὴν Κτησιφῶντα εἰσῆλθεν. ἱμείρετο μέντοι καὶ τὴν Ἐρυθρὰν εἰσπλεῦσαι θάλασσαν, ἣ μοῖρα μὲν τοῦ Ὠκεανοῦ λέγεται, κέκληται δ’ οὕτως ἀπό τινος ἐν αὐτῇ δυναστεύσαντος. ἐνενόει δὲ καὶ Ἰνδούς, καὶ ἔλεγεν ὡς “εἰ νέος ἔτι ἦν, καὶ ἐπ’ αὐτοὺς ἂν ἐπεραιώθην.” ἐν ᾧ δὲ χρόνῳ ἐπὶ τὸν Ὠκεανὸν κατέπλει καὶ αὖθις ἀνήγετο, ὅσα ἑάλωσαν πρότερον ἀποστασίαν ἐνόσησαν. ὁ δὲ δείσας μὴ καὶ οἱ Πάρθοι τὸ αὐτὸ δράσωσιν, ὁμογενῆ σφίσι βασιλέα προεχειρίσατο, αὐτὸς αὐτῷ τὸ διάδημα ἐπιθέμενος. εἶτα καὶ τῶν Ἀράβων ἀφεστηκότων ὥρμησε κατ’ αὐτῶν· καὶ μηδὲν ἀνύσας ὀλίγου δεῖν ἐτρώθη ἄν· κἀκεῖθεν ἀπῆλθε νοσῶν. Καὶ οἶ κατὰ Κυρήνην δὲ Ἰουδαῖοι ἀπέστησαν καὶ ἔκτεινον καὶ Ῥωμαίους καὶ Ἕλληνας, καὶ οἱ Αἰγύπτῳ καὶ οἱ ἐν Κύπρῳ οὐ χ’ ἥττους ὁμοίως διέφθειραν. φθεῖραν. κατεστρέψατο δὲ τούτους Τραιανός, στράτευμα κατ’ αὐτῶν πεπομφώς. μέμνηται τῆς τῶν Ἰουδαίων ταύτης ἀποστασίας καὶ ὁ Εὐσέβιος ἐν τῶ τετάρτῳ λόγῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας. ἐκείνῳ δ’ ἦν πρὸς Μεσοποταμίαν τὸ ὅρμημα, τῇ δὲ νόσῳ καταπονούμενος ἤρξατο τοῦ πρὸς Ἰταλίαν πλοός, Πόπλιον Αἴλιον Ἀδριανὸν ἄρχειν ἐπιστήσας τῶν στρατευμάτων ἐν τῇ Συρίᾳ. ἐλθὼν δ’ εἰς Σελινοῦντα τῆς Κιλικίας, ἣ καὶ Τραιανούπολις κέκληται, τὸν βίον κατέλυσεν, ὡς μὲν ἐκεῖνος ᾠήθη, φαρμάκῳ διαφθαρείς, ὡς δέ τινες λέγουσι, δι’ ἐπίσχεσιν αἵματος ἐτησίως αὐτῷ ἐκκρινομένου διὰ γαστρός. συνέβη δέ οἱ καὶ ἀποπληξία, ᾗ πάρεσις τοῦ σώματος ἐκ μέρους ἐπηκολούθησεν. ὕδερος δ’ ἦν ὡς ἐπίπαν αὐτῷ τοῦ θανάτου τὸ αἴτιον. ἦρξε δ’ ἔτη ἐννεακαίδεκα πρὸς μησὶν ἔξ. Τούτου κρατοῦντος Συμεὼν ὁ τοῦ Κλοπᾶ, δεύτερος ἀρχιερεὺς γεγονὼς Ἱεροσολύμων μετὰ τὸν θεῖον Ἰάκωβον, ἐμαρτύρησεν, αἰκισθεὶς μὲν πρότερον ἐπὶ πλείσταις ἡμέραις, εἶτα σταυρὸν καταδικασθείς, ἐτῶν ὢν ἑκατόν τ’ ἑ καὶ εἴκοσι. μεθ’ ὂν τρίτος Ἱεροσολύμων ἀρχιερεὺς Ἰοῦστος ἐκ περιτομῆς καὶ αὐτὸς ἐχρημάτισε. καὶ ἄλλους δὲ τότε πολλοὺς ἐν τόποις πλείοσι μαρτυρικοῦ τέλους ἀξιωθῆναι ἱστόρησεν ὁ Εὐσέβιος· D εἶτα τὸ πλῆθος τῶν κτεινομένων μαθόντα τὸν αὐτοκράτορα, καὶ ὡς οὐδὲν ἀνόσιον πράττουσιν ἀλλ’ ἢ πρωίθεν ἐξεγειρόμενοι τὸν Χριστὸν ὑμνοῦσιν ἴσα θεῷ, μόνον δ’ εἰδώλοις θύειν οὐ πείθονται, θεσπίσαι μὴ ἐκζητεῖσθαι τοὺς κεκλημένους ἐκ τοῦ Χριστοῦ, ἐμπεσόντας δέ γε κολάζεσθαι· καὶ οὕτως γενέσθαι τὸν διωγμὸν μετριώτερον. τότε καὶ ὁ θεόφορος Ἰγνάτιος, δεύτερος τῆς κατὰ Κοίλην Συρίαν Ἀντιοχείας τυγχάνων ἀρχιερεύς, συλληφθεὶς εἰς Ῥώμην ἐπέμφθη δέσμιος, ἔνθα θηριομαχήσας διήνυσε τὸ μαρτύριον. καὶ μετ’ αὐτὸν τὴν ἱεραρχίαν διεδέξατο Ἥρως. τῷ τρίτῳ δ’ ἔτει τῆς αὐταρχίας Τραιανοῦ Κλήμεντος ἐκλελοιπότος, ὃς τρίτος ἦν ἐν Ῥώμῃ ἀρχιερεὺς καὶ ἔτεσιν ἐννέα τὴν ἐκκλησίαν ἴθυνε τῶν πιστῶν, τέταρτος ἀντεισήχθη Εὐάρεστος· ὃς ὄγδοον ἀρχιερατεύσας ἐνιαυτὸν μετέθετο τὴν ζωήν, ὑπ’ Ἀλεξάνδρου διαδεχθεὶς πέμπτου γεγονότος τῆς Ῥωμαίων ἀρχιερέως. καὶ ὁ τῆς Ἀλεξανδρέων κατὰ τρίτην τάξιν ἐπίσκοπος γεγονὼς Κερδῶν μεταστὰς τῶν ἐνθένδε διάδοχον ἔσχε Πρῖμον.