Ancient Greek · ~21 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.23.1
Not analysed yet
Ἄπαιδος δὲ Τραιανοῦ τελευτήσαντος Καίσαρά τε καὶ αὐτοκράτορα τὸν Ἀδριανὸν ἥ τε τοῦ Τραιανοῦ σύζυγος Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας καὶ ὁ Τατιανὸς ἐπίτροπος αὐτοῦ γεγονὼς ἀπέδειξαν, ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντα, ἐπεὶ καὶ ἦρχεν αὐτῆς, προσγενῆ τε ὄντα τραιανοῦ καὶ συνοικοῦντα ἐκείνου ἀδελφιδῇ. ἦν δ’ οὗτος υἱὸς Ἄφρου Ἀδριανοῦ, φιλόλογος ἀνήρ, ὃς καὶ ποιήματά τινα πεζά τε καὶ ἐν ἔπεσι καταλέλοιπεν· ἀπλήστως δέ γε πρὸς φιλοτιμίαν ἔχων πάντα τε ἐπετήδευε καὶ ηὔχει μηδὲν ἀγνοεῖν. ὅθεν καὶ τῶν ἔν τισιν εὐδοκιμούντων καθεῖλε συχνοὺς καὶ οὐ μείους ἀπώλεσεν, ἵν αὐτὸς κρατεῖν ἐν πᾶσι δοκῇ. ἐκακίζετο μὲν οὖν διά τε ταῦτα καὶ τὸ πάνυ ἀκριβὲς καὶ τὸ περίεργον καὶ πολύτροπον, ἀνελάμβανε δὲ ταῦτα καὶ ἐθεράπευε τό τε προνοητικὸν αὐτοῦ καὶ ἡ ἐπιμέλεια καὶ τὸ μεγαλοπρεπὲς καὶ ἡ δεξιότης, καὶ τὸ μήτ’ ἄρξαι πολέμου καὶ τοὺς ἠργμένους καταπαῦσαι, καὶ ὅτι οὐδενὸς ἀδίκως ἀφείλετο χρήματα, ἀλλὰ καὶ πολλοῖς παρέσχετο μάλιστα αὐθορμήτως καὶ μηδ’ αἰτούμενος, καὶ πόλεσι συμμαχίσι τε καὶ ὑποφόροις πάσαις ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ καταγαγών, ταῖς δὲ λιμένας οἰκοδομήσας, ταῖς δὲ σῖτον καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς δούς. τῷ τε δήμῳ τῶν Ῥωμαίων οὐ θωπευτικῶς, ἀλλ’ ἐμβριθῶς προσεφέρετο· καί ποτέ τι αἰτοῦντι θρασύτερον οὐκ ἔνειἔνειμεν, ἀλλ’ εἰπεῖν ἐκέλευσε τῷ κήρυκι “σιωπήσατΓ”· ὡς δ’ οὐδὲν εἰπόντος ἐκείνου, τὴν χεῖρα δὲ ἀνατείναντος, ἐσιώπησαν, οὐ μόνον κατὰ τοῦ κήρυκος οὐκ ἐξώργιστο ὡς μὴ πεποιηκότος τὸ κελευσθέν, ἀλλὰ καὶ τιμῆς τὸν ἄνδρα ἠξίωσεν ὅτι ὃ ἦν αὐτῷ βουλόμενον ἤνυσε, μὴ ἐκφήνας τὸ τραχὺ τοῦ κελεύσματος. οὐ γὰρ ἠγανάκτει, εἴ τι καὶ παρὰ γνώμην αὐτοῦ πρός τινος ἐγίνετο, τὸ δ’ ἀφώρα πρὸς τὴν αὐτοῦ λυσιτέλειαν. παριόντος δ’ αὐτοῦ ποτε γυνή τις ἐδέετο, καὶ εἰπόντος ὡς “οὐ σχολάζω”, ἀνέκραξεν ἡ γυνή “καὶ μὴ βασίλευε.” ὁ δὲ αὐτίκα τε ἐπεστράφη καὶ προσέσχε τῇ δεομένῃ. καὶ πάντα δὲ τὰ μεγάλα καὶ ἀναγκαῖα οὐκ ἰδίᾳ, ἀλλὰ μετὰ τόν βουλευτῶν ἔπραττε, καὶ μετὰ τῶν πρώτων ἐδίκαζεν ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γινόμενα, καὶ τοῖς ὑπάτοις συνδικάζουσι παρεγίνετο· ἀεί τε περὶ αὐτὸν τοὺς ἀρίστους εἶχε καὶ μετὰ τῶν πρώτων καὶ τῶν ἀρίστων συνεδείπνει, καὶ ἦν αὐτῷ πλῆρες λόγων παντοδαπῶν τὸ συσσίτιον· τούς τε πάνυ νοσοῦντας τῶν φίλων ἐπε- σκέπτετο καὶ συνδιῃτᾶτο τῶν συνήθων τοῖς ἑορτάζουσιν. Ἐπεὶ δ’ ἐς τὴν Ῥώμην ἧκε, χρεοκοπίαν ἐκήρυξε τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων. εἶτα εἰς ἄλλην ἐξ ἄλλης φοιτῶν ἐπαρχίαν, Χίαν, καὶ τὰς χώρας ἐπεσκέπτετο καὶ τὰς πόλεις, καὶ μετεσκεύαζεν ἕκαστον πρὸς τὸ βέλτιον. καὶ οὐ τὰ κοινὰ τῶν στρατοπέδων μόνον ἐφώρα δι’ ἑαυτοῦ καὶ ἐξήταζε, ἀλλὰ καὶ τὰ τοῦ καθ’ ἕκαστον. καὶ ὅσους πρὸς τὸ ἁβρότερον εὕρισκεν ἐκδεδιῃτημένους, πρὸς τὸ στρατιωτικώτερον μετῆγε καὶ μετερρύθμιζε, καὶ πρὸς παντοίαν μάχην τοὺς στρατιώτας ἐγύμναζε καὶ ἐδίδασκεν ἅπερ ἔδει ποιεῖν. καὶ τοὺς μὲν ἐτίμα, τοὺς δὲ ἐνουθέτει, καὶ διῃτᾶτο σκληρότερον, ἵν ὁρῴη τὸ στρατιωτικὸν αὐτόν, καὶ οὕτω διαιτᾶσθαι κἀκεῖνο ἐθίζοιτο. ἐντεῦθεν τοὺς στρατιώτας τοιούτους ἐποίησεν ὡς καὶ ἱπποτῶν ἴλην σύν γε τοῖς ὅπλοις τὸν Ἴστρον εὐμαρῶς διανήξασθαι, καὶ τοὺς βαρβάρους ταῦθ’ ὁρῶντας ἐκπλήττεσθαι, ὥστε καὶ χρᾶσθαι διαλλακτῇ τούτῳ τῷ αὐτοκράτορι ἐφ’ οἷς ἀλλήλοις ἐκπεπολέμωντο. ἐσπούδαζε δὲ καὶ περὶ θήρας, ὡς ἐν ταύταις καί τινά οἱ μέλη κατεαγῆναι· καὶ ἐν Μυσίᾳ πόλιν ᾤκισεν Ἀδριανοῦ θήρας καλέσας αὐτήν. εἰς Αἴγυπτον δὲ ἀπιὼν καὶ τῷ τάφῳ Πομπηίου Μάγνου διεφθαρμένῳ περιτυχών, καὶ ἐνήγισε τῷ κειμένῳ καὶ τοῦτ’ εἶπε τὸ ἔπος τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου καὶ τὸ μνῆμα ἀνῳκοδόμησεν. Ἐν δὲ Παλαιστίνῃ πόλιν οἰκοδομήσας ἀντὶ τῆς κατασκαφείσης Ἱερουσαλὴμ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἔνθα πρῴην ὁ τοῦ θεοῦ νεὼς ἵδρυτο, τῷ Διὶ τέμενος ἀνθιδρύσατο ἕτερον. Ἰουδαῖοι δὲ μὴ φέροντες τῆς σφῶν παραπολαύοντας μητροπόλεως ἄλλους ὁρᾶν, Ἕλληνες γὰρ ἐν αὐτῇ κατῳκίσθησαν, μηδὲ ξενικοὺς τιμᾶσθαι θεοὺς ἐν αὐτῇ ἀνεχόμενοι, ἕως μὲν 'Αδριανὸς παρά τε τῇ Αἰγύπτῳ καὶ τῇ Συρἰᾳ διἐτριβεν, ἠρέμουν διευλαβούμενοι ἐπεὶ δ’ ἐκεῖθεν ἀπῆλθε, τά τε τῆς χώρας ἐπίκαιρα κατελάμβανον, ἵν ἔχοιεν αὐτὰ ὁρμητήρια, καὶ πολλὰ τοὺς ‘ρωμαίους ἐκάκωσαν λάθρᾳ τε καὶ ἀναφανδόν, τῶν τε ἀπανταχοῦ γῆς Ἰουδαίων συνιόντων ἐκεῖ καὶ πολλῶν ἀλλοφύλων ἔρωτι κέρδους σὺνεπικούντων αὐτοῖς. ὁ μέντοι Ἀδριανὸς τοὺς ἐπιφανεστάτους τῶν στρατηγῶν τοῖς Ἰουδαίοις ἐπήγαγεν, ὧν ἐπῆρχε Σευῆρος Ἰούλιος. ὃς κατὰ συστάδην συμβαλεῖν τοῖς ἐναντίοις οὐκ ἔκρινε σύμφορον, τὸ πλῆθος αὐτῶν καὶ τὴν ἀπόγνωσιν εὐλαβούμενος, τροφῆς δὲ σφὰς ἀπείργων καὶ κατακλείων, ἔστι δ’ οὗ καὶ ὅπῃ παρήκοι τοὺς στρατιώτας μοίραις αὐτῶν ἐπάγων, χρονιώτερον μέν, ἀκινδυνότερον δὲ τὸ ἔθνος αὐτῶν ἐξέτριψέ τε καὶ ἐξετρύχωσεν, ὡς κομιδῇ βραχίστους περιγενέσθαι. φρούρια μὲν γὰρ αὐτῶν τὰ κρείττω πεντήκοντα κατεστράφησαν, κῶμαι δὲ πέντε καὶ ὀγδοήκοντα ἐπ’ ἐνακοσίαις ὀνομαστόταται κατεσκάφησαν· ἀνδρῶν δὲ μυριάδες ὀκτὼ καὶ πεντήκοντα ἐν ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις ἐσφάγησαν. τὸ δὲ πλῆθος τῶν λιμῷ καὶ νόσοις καὶ πυρὶ φθαρέντων ἀνεξερεύνητον τυγχάνον οὐκ ἔγνωσται, ὥστε πάσαν σχεδὸν τὴν Ἰουδαίαν ἐρημωθῆναι. ὅ καὶ πρὸ τοῦ πολέμου αὐτοῖς συμβόλοις τισὶ τὸ θεῖον ἐνέφηνε. τό τε γὰρ μνημεῖον τοῦ Σολομῶντος ἐξ οὐδεμιᾶς δήλης αἰτίας διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι καὶ ὕαιναι πλεῖσται εἰς τὰς πόλεις αὐτῶν εἰσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι καὶ Ῥωμαῖοι τότε ἀπώλοντο, ὥστε καὶ Ἀδρια- νὸς γράφων πρὸς τὴν βουλὴν οὐ τῷ συνήθει προοιμίῳ ἐχρήσατο. τὸ δ’ ἦν “εἰ καὶ αὐτοὶ καὶ οἶ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· καὶ ἐγὼ δὲ καὶ τὰ στρατεύματα ὑγιαίνομεν.” Ὁ μὲν δὴ πρὸς Ἰουδαίους πόλεμος οὕτως ἤνυστο,