Ancient Greek · ~19 min
Book 11
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 11.24.1
Not analysed yet
ὁ δὲ πρὸς Ἀλβανούς, εἰσὶ δὲ Μασσαγέται κατὰ τὸν Δίωνα, ὑπὸ Φαρασμάνου κεκίνητο· καὶ τὴν μὲν Μηδίαν λίαν ἐλύπησε, τῆς δ’ Ἀρμενίας καὶ τῆς Καππαδοκίας ἥψατο μέν, τῶν δ’ Ἀλβανῶν πῆ μὲν δώροις πεισθέντων, πῇ δὲ δεισάντων ἐπαύσατο. Ἐλθὼν δὲ εἰς τὴν Ῥώμην Ἀδριανὸς αἰτοῦντι τῷ δήμῳ ἁρματηλάτην δοῦλον ἐλευθερίας τυχεῖν, ἀντεῖπεν ὡς “οὐ προσήκει οὔτ’ ἐμοὶ ἀλλότριον ἐλευθερῶσαι δοῦλον οὔθ’ ὑμῖν τὸν δεσπότην αὐτοῦ ποιῆσαι τοῦτο βιάζεσθαι.” νοσήσας δέ, αἵματος αὐτῷ διὰ τῆς ῥινὸς κενουμένου, καὶ ἀπογνωσθείς, Κόμοδον Λούκιον Καίσαρα Ῥωμαίοις ἀνεῖπε. Σευηριανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον ἀγανακτοῦντας ἐπὶ τούτῳ ἐφόνευσεν· ἦν δὲ Σευηριανὸς ἐνενηκοντούτης. ὃς ἀποσφαγῆναι μέλλων πῦρ ᾔτησε καὶ θυμιῶν ἔφη “ὑμεῖς, ὦ θεοί, ἴστε ὅτι οὐδὲν ἀδικῶ· εὔχομαι δὲ τὸν Ἀδριανὸν ἐπιθυμῆσαι ἀποθανεῖν, μὴ δύνασθαι δέ.” ὅθεν καὶ χρονίως νοσήσας Ἀδριανὸς ηὔξατο πολλάκις ἀποσβῆναι, ὥστε καὶ ἑαυτὸν ἐθελῆσαι διαχειρίσασθαι. ὁ μέντοι Σευηριανὸς καὶ αὐτῷ τῷ Ἀδριανῷ ἄξιος τῆς αὐταρχίας νενόμιστο. εἰπὼν γὰρ τοῖς φίλοις ποτὲ ἵνα δέκα ἄνδρας δοκίμους εἰς αὐταρχίαν ταρχίαν ἐξονομάσωσι, μικρόν τι διαλιπὼν ἔφη ὡς “ἐννέα θέλω μαθεῖν· τὸν γὰρ ἔνα γινώσκω τὸν Σευηριανόν.” Ἦσαν δὲ καὶ Τούρβων καὶ Σίμιλις τῶν ἀρίστων ἐπιφανέστατοι. καὶ ὁ μὲν Τούρβων, οἷα στρατηγικώτατος, ἔπαρχος γεγονὼς εἴτ’ οὖν ἄρχων τοῦ δορυφορικοῦ, ὡς εἰς τῶν πολλῶν διεβίω· ὃς οὔποτε ἡμέρας οἴκοι ὦπτο οὐδὲ νοσήσας, ἀλλὰ πρὸς τὸν βασιλέα διέτριβε. καί ποτε νοσοῦντι ἀτρεμήσειν αὐτῷ τοῦ αὐτοκράτορος συμβουλεύοντος, εἶπεν ὅτι τὸν ἔπαρχον ἑστῶτα δεῖ τελευτᾶν. ὁ δὲ Σίμιλις ἡλικίᾳ καὶ τάξει προήκων αὐτοῦ, καὶ ἑκατονταρχῶν ἐπὶ Τραιανοῦ, καὶ κληθεὶς παρ’ αὐτοῦ πρὸ τῶν ἐπάρχων, ἔφη αὐτῷ εἰσελθών “αἰσχρόν ἐστι, Καῖσαρ, τῶν ἐπάρχων ἑστώτων ἔξω, ἑκατοντάρχῃ σε ὁμιλεῖν.” εἶτα καὶ τῆς τῶν δορυφόρων ἀρχῆς ἄκων ἀξιωθεὶς ἔλαβε μέν, ἐξέστη δ’ ἑκὼν καὶ ἐν ἀγρῷ διεβίω. ἔνθα καὶ τέθνηκεν, ἐνιαυτοὺς ἐκεῖ διατρίψας ἑπτά, ἐπιγράψας τῷ μνήματι ὅτι Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη τόσα, ζήσας δ’ ἑπτά. Ἀδριανὸς δὲ φθόῃ τ’ ἐλήφθη ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως καὶ ὑδέρῳ. ὡς δὲ ὁ Καῖσαρ ὁ Λούκιος Κόμοδος αἷμα ἐμῶν ἐκ πλείονος ἐξαίφνης ἐξέλιπεν ἀθρόον πλείστου αἵματος ἐκχυθέντος, συνεκάλεσε τοὺς πρώτους τῶν βουλευτῶν καὶ εἶπεν “τὸν Λούκιον τὸ δαιμόνιον ἀφείλετο ἡμῶν, εὗρον δὲ αὐτοκράτορα ὑμῖν εὐγενῆ, πρᾷον, εὔεικτον, φρόνιμον, μήθ’ ὑπὸ νεότητος προπετὲς μήθ’ ὑπὸ γήρως ἀμελές τι ποιήσοντα, τὸν Ἀντωνῖνον Αὐρήλιον.” καὶ ὁ μὲν οὕτως προκεχείριστο αὐτοκράτωρ· φροντίζων δὲ καὶ περὶ τῶν μετὰ ταῦτα αὐταρχησόντων Ἀδριανός, ἐπεὶ ἄρρενος ὁ Ἀντωνῖνος ἠμοίρει γονῆς, τὸν Κομόδου υἱὸν Κόμοδον αὐτῷ εἰσεποίησε, καὶ Μάρκον Ἄννινον Βῆρον, ὃς Κατίλιος ὠνόμαστο πρότερον, Ἀννίνου Βήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ χιλιαρχήσαντος ἔγγονος ὤν. Ὑδέρῳ δὲ περιπεσὼν ὁ Ἀδριανὸς μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκένου ποτὲ τὸ ὑγρόν, δι’ ὀλίγου δ’ αὖθις ἠθροίζετο ἕτερον· καὶ ὡς ἐπεδίδου πρὸς τὸ χεῖρον ἀεί, ἀποθανεῖν ἐπεθύμει, οὐκ ἠδύνατο δέ, μηδενὸς αὐτῷ διδόντος μὴ ξίφος, μὴ φάρμακον. καὶ τέλος, μὴ οἰός τε ὢν ἑαυτὸν διαχρήσασθαι, τῆς κατὰ τὴν δίαιταν ἀκριβείας μεθῆκε, καὶ μὴ προσήκουσιν ἐδωδίμοις καὶ ποτοῖς χρώμενος κατέλυσε τὴν ζωήν, ζήσας ἔτη δύο καὶ ἑξήκοντα πρὸς μησὶ πέντε καὶ ἡμέραις ἐννεακαίδεκα, μοναρχήσας δὲ ἐπὶ εἴκοσι καὶ ἴνα ἐνιαυτὸν μηνὸς ἑνὸς λείποντος. Ἐπὶ δὲ τῆς ἡγεμονίας αὐτοῦ Ἀλέξανδρος ἀρχιερατεύσας ἐν Ῥώμῃ δέκατον ἔτος εἰς τὴν ἀγήρω μετέβη τέβη ζωήν· ὃν διεδέξατο Ξυστὸς. καὶ Πρῖμος δὲ Ἀλεξανδρέων ἐπισκοπήσας δωδέκατον ἐνιαυτὸν καὶ μεταλλάξας τὴν βιοτήν, Ἰοῦστον ἔσχε διάδοχον. τῶν δ’ ἐν Ἱεροσολύμοις ἐπισκόπων τὸν ἀριθμὸν εἰς πεν- τεκαίδεκα περιστῆναι μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων ἀποστασίας, βραχυβίων, ὡς ἔοικε, γεγονότων, ὁ Εὐσέβιος ἱστορεῖ, πάντας δ’ ἐξ Ἰουδαίων πιστεύσαντας εἶναι. ὧν πρῶτος ἦν Ἰάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφός, καὶ δεύτερος Συμεών, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, Τωβίας πέμπτος, ἕκτος Βενιαμίν, ἕβδομος Ἰωάννης, ὄγδοος Ματθίας, ἔνατος Φίλιππος, δέκατος Σενεκᾶς, Ἰοῦστος ἄλλος ἑνδέκατος, Λευΐς δωδέκατος, Ἐφρῆς τεσσαρεσκαιδέκατος Ἰωσήφ, καὶ Ἰούδας πεντεκαιδέκατος. Ξυστὸν δὲ μετὰ χρόνον δεκαέτη τελευτήσαντα ἕβδομος ἐν Ῥώμῃ διεδέξατο Τελεσφόρος. τῆς δὲ τῶν ὢ Ἀλεξανδρέων ἐκκλησίας τὴν προστασίαν ἕκτος Εὐμένης ἐκληρώσατο, Ἰούστου μετὰ ἑνδέκατον θανόντος ἐνιαυτόν. Οὗτος ὁ αὐτοκράτωρ διὰ τὰς ἤδη ῥηθείσας στάσεις μετὰ τὸν πολὺν τῶν Ἰουδαίων ὄλεθρον καὶ δόγμα ἐξέθετο κωλῦον τὸ ἔθνος αὐτῶν ἐπιβαίνειν τῶν Ἰεροσολύμων καὶ τῆς χώρας αὐτῶν ἀπάσης. καὶ λοιπὸν ἐξ ἐθνῶν τῆς πόλεως οἰκισθείσης καὶ Αἰλίας κληθείσης, ὡς ὁ Ἀδριανὸς ἐχρημάτιζε, πρῶτος ταύτης ἀρχιερεὺς μετὰ τοὺς ἐκ περιτομῆς κατέστη μάρκος. τότε καὶ Σατορνῖνος Ἀντιοχεὺς καὶ Βασιλείδης Ἀλεξανδρεὺς καὶ Καρποκράτης αἱρέσεων διαφόρων πατέρες καὶ ἀρχηγοὶ ἐγνωρίζοντο. καὶ Ἡγήσιππος ἵππος δὲ τότε τὴν τοῦ ἀποστολικοῦ κηρύγματος παράδοσιν έν πέντε λόγοις συγγράψασθαι ἀναγράφεται. καὶ Ἰουστῖνος ὁ φιλόσοφος, ὃς μετέπειτα καὶ μάρτυς ἐγένετο, τότε πρὸς θεοσέβειαν ἐξ Ἑλληνικῶν σπουδασμάτων μετέθετο. ὃς ἱστορεῖ ‘Eρἐννιον Γρανιανὸν τῆς Ἀσίας ἀνθυπατεύοντα ἐπιστεῖλαι Ἀδριανῷ, μὴ δίκαιον εἶναι ἐπ’ ἐγκλήματι μηδενὶ κολάζεσθαι τοὺς χριστιανούς· καὶ τὸν θεσπίσαι μηδένα, εἰ μὴ ἐπ’ ἐγκλήματι ἐκ κατηγορίας ἁλῷ, κτείνεσθαι.