Ancient Greek · ~15 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.1.1
Not analysed yet
Αὐταρχήσαντος δὲ Ἀντωνίνου, ὃς εἰσποιηθεὶς παρὰ τοῦ Ἀδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγένετο, ἡ γερουσία οὐκ ἤθελε τὰς ἡρωικὰς τιμὰς ψηφίσασθαι τῷ Ἀδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφανεστάτων οὓς ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλἐχθη αὐτοῖς ὁ Ἀντωνῖνος ἄλλα τε πλείω σὺν δάκρυσι καὶ ὅτι “οὐδὲ ἐγὼ ἄρα ἄρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ’ ἐκείνου γενόμενα, ὧν ἕν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται.” ταῦτα δ’ ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψηφίσατο. Εὐσεβὴς δ’ ἐπεκλήθη, ὅτι ἄρτι τῆς αὐταρχίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ’ αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ οὐδένα ἐκόλασε, φάμενος ὡς “οὐ δεῖ με ἐκ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.” γέγονε δὲ καὶ δι’ ὅλης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέσθαι καὶ περὶ μικρῶν ἀκριβολογούμενος· ὅθεν αὐτὸν κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ’ ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμένων οὔτε τέλος καινὸν ἐπενόησεν οὔτ’ αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ’ ἐν τῇ ἀγορᾷ πάντα τὰ ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ εἴ τι πρὸς κόσμον ἦν τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· ὅθεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα ἔθετο τὸν βουλόμενον ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασιλικὰ ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τίμημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἶ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο. Τούτου λέγεται νομοθέτημα εἶναι καὶ τὸ τῶν τέκνων ἀδιαθέτων τελευτώντων κληρονόμους ἀναφαίνεσθαι τοὺς γονεῖς, καὶ διατιθεμένοις τοῖς παισὶν ἐν ἀπαιδίᾳ ἀνάγκην εἶναι τὸ νόμιμον μέρος τοῖς γονεῦσι καταλιμπάνειν. Ἐπὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν Ἑλλήσποντον, ἐξ οὗπερ πλείους πόλεις κατέπεσον, μάλιστα δ’ ἡ Κύζικος ἔπαθεν. ὅτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη ναός, οὗ λέγονται τετράοργοι τὸ πάχος εἶναι οἱ κίονες, τὸ δ’ ὕψος αἴρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, εἴ τῳ ταῦτα μὴ ἄπιστα δόξαιεν, καὶ τἄλλα δὲ τοῦ ἔργου ἐκείνου θαυμάσια ξύμπαντα. Περὶ τούτου τοῦ αὐτοκράτορος ᾄδεται ὅτι καὶ τὸ τῆς συγκλήτου κατέκαυσε ψήφισμα, ὃ κατ’ ἐπιταγὴν τοῦ Ἰουλίου γέγονε Καίσαρος, θεσπίζον μηδενὶ ἐφεῖσθαι διαθήκην ποιεῖν, εἰ μὴ μέρος ὡρισμένον τῷ κοινῷ καταλείψει ταμείῳ. ὅθεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι ὅτι καὶ τῷ βασιλικῷ ταμείῳ καταλιμπάνω τόδε.” ἀπεβίω δὲ ὁ Εὐσεβὴς Ἀντωνῖνος γηραιός, θανάτῳ ὕπνῳ ἐοικότι μαλακςτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν εἴκοσι. Τούτου τῷ πρώτῳ ἔτει Τελεσφόρος ὁ Ῥώμης ἐπίσκοπος ἑνδέκατον ἔτος ἀνύσας ἐπὶ τῇ λειτουργίᾳ καὶ μαρτυρίῳ ταινιωθείς, ὡς Εἰρήναιος ἱστόρησε, τέλος μακαριώτατον εὕρατο· καὶ ἀνθιδρύθη εἰς τὸν τῆς Ῥώμης θρόνον Ὑγῖνος. ἐφ’ οὗ Οὐαλεντῖνος αἱρεσιάρχης ἐγένετο, καὶ Κερδῶν τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. Ὑγίνου δὲ μετὰ τὸ τέταρτον ἔτος τοὐ Ῥώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος τῆς Ῥωμαίων ἐκκληόίας προέστη. τῆς δ’ Ἀλεξαν- δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ἔτος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ Ῥώμῃ τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη Ἀνίκητος. ὅτε καὶ ὁ φιλόσοφος καὶ μάρτυς ἤκμαζεν Ἰουστῖνος, τοῦ ὀρθοῦ λόγου ὑπεραγωνιζόμενος, ὃς καὶ κατὰ Μαρκίωνος ἐξέθετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ Ἀντωνῖνον ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. ὅθεν ὁ αὐτοκράτωρ οὗτος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς Ἀσίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρησκείαν κολάζεσθαι, ἀλλὰ κἄν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγοροῦ μ’ ἐνὸν ἀπολύεσθαι, τὸν δὲ κατήγορον δίκης ἔνοχον γίνεσθαι. ταῦτα συνέβη ἐπὶ τοῦ Εὐσεβοῦς.