Ancient Greek · ~15 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.2.1
Not analysed yet
Μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ Μάρκος Αὐρήλιος Ἀντωνῖνος εἰσποιητὸς αὐτῷ γεγονώς, ὡς ἱστόρηται, τὴν αὐταρχίαν ἐδέξατο· καὶ αὐτίκα κοινωνὸν τοῦ κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. ἦν μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις οὕτως ὥστε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει τῷ Βοιωτῷ καὶ Ἑρμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ’ ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λούκιος νεώτερος ὢν καὶ πρὸς πόνους ἔρρωτο καὶ ἐπεφύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. ὅθεν τῇ θυγτρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῶ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαίσου πολλοὺς Ῥωμαίων κατατοξεύσαντος καὶ ὅλον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον Ῥωμαίοις ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συρίας ταῖς πόλεσιν. εἰς γοῦν Ἀντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ἔνειμεν· ὃς τῷ Οὐολογαίσῳ συμβαλὼν ἥττησέ τε καὶ μέχρι Σελευκείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῶ δὲ Λουκίῳ ταῦτα ὄγκον περιεποίει καὶ φρόνημα, ὥστε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκράτορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο. Ἐντεῦθεν ὁ Κάσσιος τῆς Ἀσίας ἁπάσης ἐπίτροπος προκεχείριστο. ὁ δ’ αὐτοκράτωρ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάννοις καὶ ἄλλοτε ἄλλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἶ ὑπὲρ τὸν Ῥῆνον Κελτοὶ ἴως Ἰταλίας ἐπήλασαν· ὧν ἐν τοῖς νεκροῖς καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. οὕτω δὲ καὶ σωφρόνως καὶ ἐγκρατῶς ἦρχεν ὥστε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺ ’ς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. ὅτε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς ὕδωρ λέγουσι πλεῖον ἐγχεῖσθαι τὸ ὕδωρ ἐκέλευεν, ἕν ἔχοι πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. ἦν δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ οὔτ’ ἐποίει οὔτ’ ἔγραφεν οὔτ’ ἔλεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχιστον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς. Μαρκομάννους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις ὁ αὐτοκράτωρ οὗτος ὑπέταξε· πρὸς δὲ τοὺς Κουάδους καὶ πόλεμος αὐτῷ βαρὺς συγκεκρότητο, καὶ νίκην παράδοξον αὐτῷ τὸ θεῖον παρέσχετο. κύκλῳ γὰρ τῶν Κουάδων τοὺς Ῥωμαίους περισχόντων συνασπίσαντες οἶ Ῥωμαῖοι καρτερῶς ἀντημύνοντο· οἷ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ὥστε μήποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον αὐτῶν περιγενέσθαι, μὴ οἵων τε ἐσομένων πρὸς δίψαν ψαν ἀντέχειν καὶ καύσωνα. τῶν οὖν Ῥωμαίων καὶ καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύμασιν, μασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ ὗσέ γ’ ἑ πλεῖστα, οὐχ ὡς ὁ Δίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν Ἑρμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι’ αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυσαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ ἅπαν τὸ στράτευμα. ἦν γάρ τις ἐν τῇ τότε Ῥωμαïκῇ στρατιᾷ λεγεών, οἱ πάντες ἦσαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρατεύματι λόγος ἐστὶ φάναι τὸν ἔπαρχον τοῦ δορυφορικοῦ ὡς οὐκ ἔστιν ὃ μὴ δύναται τὸ γένος τῶν καλουμένων χριστιανῶν· εἶναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκούσαντα σαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ὄμβρον δὲ Ῥωμαίοις καταρραγῆναι. οἶς ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χριστιανοὺς δόγματι, κεραυνοβόλον δ’ ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ ὅτι μὲν οὕτως ὁ λεγεὼν ἐκεῖνος ἐκλήθη καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ παρὰ τῷ Δίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ Ἐκ- κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ὅ γ’ ἑ μὴν Δίων φησὶν ὅτι τοῦ ὄμβρου γινομένου οἱ Ῥωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν ἄν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χάλαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλλοντο οἶ πολέμιοι.