Ancient Greek · ~15 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.11.1
Not analysed yet
Ἐπὶ τούτου διωγμοῦ κινηθέντος κατὰ τῶν εὐσεβῶν πολλοὶ μὲν ἠνδρίσαντο καὶ μαρτυρίου στεφάνους ἤραντο, τότε δὲ καὶ Λεωνίδης ὁ πατὴρ Ὠριγένους κατασχεθεὶς καὶ ἐφ’ ἑτέραις τιμωρίαις τέλος τὴν κεφαλὴν ἐκτμηθεὶς νέον κομιδῇ καταλείπει τὸν παῖδα. ὃς ἔτι παῖς ὢν ὤργα πρὸς τὸ μαρτύριον· ἡ δέ γε μήτηρ αὐτοῦ λόγοις πρότερον ἐπειρᾶτο τὸν υἱὸν ἀπάγειν τῆς ἐγχειρήσεως, ὡς δ’ οὐκ ἔπειθε, τὴν ἐσθῆτα πᾶσαν ἀφείλετο καὶ οὕτως οἴκοι μένειν καὶ ἄκοντα παρεσκεύασεν. ὁ δὲ ἀπρόιτος ὢν ἐπιστέλλει τῷ πατρὶ καθειργμένῳ, ὑπαλείφων τὸν ἄνδρα πρὸς τὸ μαρτύριον, πρὸς τοῖς ἄλλοις καὶ ταῦτα γράψας πρὸς ῥῆμα “ἔπεχε μὴ δι’ ἡμᾶς ἄλλο τι φρο- νήσῃς.” παῖς δ’ ἔτι τυγχάνων καὶ τὴν ἐγκύκλιον μετιὼν παιδείαν καὶ ταῖς θείαις γραφαῖς ἐνησχόλητο, τοῦτό οἱ τοῦ πατρὸς ἐπιτάσσοντος. ὁ δὲ οὐχ ὡς παῖς τοῖς λόγοις τοῖς ἱεροῖς ἐξ ἐπιπολῆς ἐνετύγχανεν, ἀλλὰ καὶ βαθυτέρας ἥπτετο θεωρίας, καὶ ἐρωτῶν συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυπραγμοσύνης, τῆ δ’ ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ Ὠριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστάτων ἐν Ἀλεξανδρείᾳ, ᾗ καὶπλοῦτος ἦν δαψιλής, καίτις ἀνὴρ Ἀντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ὄνομα, εἶς τις τῶν ἐν Ἀλεξανδρείᾳ αἱρεσιωτῶν, ἐφ’ ὃν πλήθους καθ’ ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ ὁ Ὠριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν ἄνδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ’ ἐτῶν γεγονὼς τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν ἄθλησιν, καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπεθάρρυνεν, Β ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπιμανῆναι· οὓς ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διεβίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. οὔτε γὰρ δεύτερον ἔχειν χιτῶνα ἱστόρηται οὔθ’ ὑποδεῖσθαι τοὺς πόδας ἐπ’ ἔτεσι πλείοσιν οὔτ’ οἴνῳ κεχρῆσθαι οὔτε τροφὴν παρὰ τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ Εὐσέβιος ἱστορεῖ ὅτι ἔρωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· ἄλλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγκεῖν, ἐξ ἧς ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς Ῥώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προισταμένου· εἶτ’ αὖθις ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. ἐξηγεῖτο δὲ τὰ Ἑβραικά, καὶ τὴν Ἑβραίδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς Ἰουδαίοις οὔσας γραφὰς Ἑβραϊκοῖς στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε Ἀκύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο ἄλλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν Ἱεριχοῖ εὑρημένης. ἰδιαίτατα δὲ τὴν Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε. Δημητρίου μέντοι, ὃν ἄνω παραδέδωκεν ὁ λόγος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας προστῆναι, θανόντος, Ἡρακλᾶς τῆς ἐπισκοπῆς ἀξιοῦται, φοιτητὴς Ὠριγένους γενόμενος. τῆς δ’ ἐν Ἱεροσολύμοις ἐκκλησίας προίστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ὃς ψευδῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ὢν ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλίζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ- ἄγεται Δῖος, μεθ’ ὃν προχειρίζεται Γερμανίων, εἶτα Γόρδιος· ἐφ’ οὗ ἐπανελθὼν αὖθις ὁ Νάρκισσος ὑπὸ τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λειτουργεῖν, Ἀλέξανδρος διαπρέψας πρότερον τῇ διὰ Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν Ἱεροσολύμοις πιστῶν ἅμα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ Ἀντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου Ἀσκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· οὗ καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος.