Ancient Greek · ~22 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.12.1
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν οὕτως· Ἀντωνῖνος δὲ ἐδόκει μὲν κοινωνὸν ποιεῖσθαι τῆς ἀρχῆς Γέταν τὸν ἀδελφόν, τῇ δ’ ἀληθείᾳ μόναρχος ἦν. καὶ τοῖς μὲν πολεμίοις τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ ἔπαρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέρους δ’ ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Εὔοδον τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυτίλλαν καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ ἄλλων συχνῶν. εἶτα ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μεταπέμψα; σθαι. πέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ Ἀντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ Ἀντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ὥστε τοῦ αἵματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν χεῖρα. ἡ δ’ ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ᾔσθετὸ. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο οὕτως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται. Ὁ Ἀντωνῖνος δ' αὐτίκα καταλαβὼν τὸ στρατόπεδον “χαίρετε” εἶπεν “ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς, ἐπεὶ εἷς ἐξ ὑμῶν εἰμι, μεθ’ ὑμῶν δὲ καὶ δι' ὑμὰς ζῆν ἐθέλω, ἵν' ὑμῖν πολλὰ χαρίζωμαι. εἰ δὲ μή, ἀλλὰ μεθ’ ὑμῶν γε θανεῖν εὔχομαι.” πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος εἶπεν “ἀκούσατέ μου· ἔνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἶ φυγάδες κατελθἐτωσαν.” τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτᾳ στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε, καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν Ῥώμην ἐστέρησε. τὸ δὲ ξίφος δι’ οὗ ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνάθημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς μετινὼν καὶ ἐν ταύταις ἐφόνα. καὶ εἰς μὲν τοὺς στρατιότας φιλοδωρότατος ἦν, τοὺς δὲ λοιποὺς ἀνθρώπους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπούδασμα, καὶ οὐχ ἥκιστα τοὺς συγκλητικούς. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος αὐτῷ γῆ ἐπορθήθη ὥστε ποτὲ τῆς Ἰουλίας εἰπούσης ὅτι “οὐκέθ' ἡμῖν οὔτε δίκαιος οὔτ’ ἄδικος πόρος ὑπολείπεται” ἀπεκρίνατο τὸ ξίφος ἠρκώς “θάρσει, μῆτερ· ἴως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπι- λείψει.’ ἦν δ’ ἐπὶ πᾶσι καὶ ἄπιστος. καλέσας γὰρ τὸν τῆς Ὀσροηνῆς βασιλέα Αὔγαρον ἥκειν παρ’ αὐτὸν ὡς φίλον, ἐλθόντα ἔδησε καὶ οὕτω τὴν Ὀσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν Ἀρμενίων βασιλέα σιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμμασι φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, τὰ δ’ αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ’ οὐχὶ καὶ τῶν Ἀρμενίων ἐκράτησεν, εἰς ὅπλα δ’ ἐχώρησαν· καὶ οὐδεὶς ἔτι ἐκείνῳ ἐπίστευεν. ἐν μέντοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύμενος, ἀλλὰ πᾶν ἔργον σὺν ἐργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέντοι στρατηγικὰ οὐκ εὖ ἐκείνῳ μετεχειρίζετο. πάντα δ’ ἦν αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλάκις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ ἄλλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι ‘στεῖχε δίκης ἄσσον”, καὶ ἐπὶ τελευτῆς “κρυφίοισι τόποις ἔχων δυσαλθέα νοῦσον.” εἶχε δὲ καὶ ὠτακουστὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων ἢ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν ἢ καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, οὐ ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν ἄλλων παραινούσῃ πολλὰ καὶ χρηστά. ἔχαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Παρθῶν δὲ στρατεύσας, καὶ ἐν Ἀντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μονομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυνεύων καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος ἔγραψεν αὐτῇ ὡς “οἶδα ὅτι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι.” Αὖθις δὲ εἰς τοὺς Πάρθους στρατεύσας ὅτι ὁ Ἀρτάβανος τὴν θυγατέρα ἑαυτοῦ αὐτῷ μνηστευσάμενος οὐ παρέσχε ταύτην αὐτῷ, ἠπίστατο γὰρ ὅτι πρόφασιν τὸν γάμον τοῦ τὴν Παρθῶν σφετερίσασθαι βασιλείαν πεποίητο, πολλὰ μὲν τῆς χώρας αὐτῶν ἐκάκωσε καὶ τὰ Ἄρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Παρθῶν ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ ἔθνος οὐ συγκεκρότητο. τἄλλα τ’ ἑ οὖν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως συγκόπτων καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, ὅθεν καὶ Καράκαλλος ἐπεκλήθη. καὶ τοὺς στρατιώτας δὲ οὕτως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ Μακρῖνος ὁ ἔπαρχος ἐκ μάντεως τινος προειρημένον ἔχων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ Ἀντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ Ἐδέσσης ἐς Κᾶρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ἵππου δι’ ἀπόπατον προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑποπεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ. Καὶ ὁ μὲν οὕτως ἐβίω καὶ οὕτως ἀπώλετο, ζήσὰς ἔτη ἐννέα καὶ εἴκοσιν, αὐταρχήσας δ’ ἐκ τούτων C ἐνιαυτοὺς ἕξ ἐπὶ δύο μησὶ καὶ ἡμέραις τισί. λέγεται δὲ ἐν Ἀντιοχείᾳ τὸ τελευταῖον ὄντι αὐτῷ δόξαι κατ’ ὄναρ τὸν πατέρα ξιφήρη ἐπιστῆναι λέγοντα ὡς “σὺ τὸν ἀδελφὸν ἔκτεινας, καὶ ἐγὼ σὲ κτενῶ.” καὶ μάνδὲ εἷπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ ἄλλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκμήρια.