Ancient Greek
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.21
Not analysed yet
Οὗτος βασιλεὺς τῆς πρεσβυτέρας Ῥώμης καταλειφθεὶς παρὰ τοῦ πατρὸς ἐν νεωτάτῃ τῇ ἡλικίᾳ, δεκαέτης γὰρ ἦν, ὑπὸ ἐπίτροπον ἐτέλει γνώμῃ τοῦ πατρὸς τὸν Στιλίχωνα, ἄνδρα τῶν ἐν τῇ Ῥώμᾐ πρωτεύοντα καὶ τὴν τῶν κοινῶν πραγμάτων ἐγκεχειρισμένον διοίκησιν. ἄγεται τοίνυν τὴν τούτου θυγα- τέρα Μαρίαν εἰς γαμετήν. ἧς θανούσης λέγεται τὴν ἀδελφὴν αὐτῆς Θερμαντίαν γῆμαι ἐν ἀτελεῖ τυγχά νουσαν ἡλικίᾳ. κἀκείνη δὲ ταχὺ ἐτελεύτησεν. οὗτος ἀβέλτερος ὢν παρὰ τῶν ἐν τῇ Ῥώμᾐ μεμίσητο δυνατῶν καὶ γνοὺς ἐπιβουλευόμενος εἰς Ῥάβενναν τε μεταναστεύσας λέγεται διαπέμψασθαι πρὸς Ἀλλάριχον τὸν ἄρχοντα τοῦ τῶν Οὐανδήλων ἢ Γότθων ἔθνους, ἀξιῶν αὐτὸν κατὰ τῆς Ῥώμης στρατεύσασθαι, ἀμύνασθαι θέλων οὕτως τοὺς τῆς Ῥώμης πολίτας διὰ τὸ μῖσος τὸ πρὸς αὐτόν. καὶ ἐπελθεῖν μὲν τῇ Ῥώμῃ τὸν Ἀλλάριχον, μὴ μέντοι πορθῆσαι αὐτήν, ἀλλὰ σπείσασθαι τοῖς Ῥωμαίοις, λαβόντα ὅσα ἐν τοῖς βασιλείοις εὑρέθησαν χρήματα καὶ τὴν ἀδελφὴν Ὁνωρίου τὴν Πλακιδίαν, καὶ ὑπονοστῆσαι. παραδοῦναι δὲ τὴν κόρην Κωνσταντίῳ τινὶ κόμητι ἐπὶ τῷ φυλάττεσθαι· τὸν δὲ προσειληφότα αὐτὴν ἀποδρᾶναι, καὶ κομίσαι τῷ ἀδελφῷ αὐτῆς, κἀκεῖνον συζεῦξαι ταύτην αὐτῷ, τετιμηκότα συγκλητικόν, εἶτα καὶ βασιλέα ἀναγορεῦσαι· γονῆς γὰρ οἰκείας ἄμοιρος ἦν Ὁνώριος. σφαγῆναι δὲ μετὰ μικρὸν τὸν Κωνστάντιον, γειναμένης αὐτῷ παῖδας τῆς Πλακιδίας, Οὐαλεντινιανὸν καὶ Ὁνωριάδα. οἱ μὲν οὖν οὕτω ταῦθ᾿ ἱστοροῦσιν· ἕτεροι δὲ σφαγῆναι μὲν λέγουσι τὸν Στιλίχωνα, ἀπεχθάνεσθαι δὲ τοὺς ἐν τῇ ῥώμῃ τῷ Ὁνωρίῳ, καὶ τὸν εἰς Ῥάβενναν μετοικήσασθαι. τὸν δὲ Ἀλλάριχον τῆς ἀβελτερίας ἐκείνου καταφρονήσαντα ἐπιστρατεῦσαι τῇ Ῥώμῃ, καὶ ταύτην πολιορκίᾳ ἑλεῖν· ἁλούσης δὲ ἐπιστῆναι τῷ Ὁνωρίῳ τινὰ δεδακρυμένον, ἀπαγγέλλοντα ὡς ἑάλω ὑπὸ Ἀλλαρίχου ἡ Ῥώμη. τὸν δὲ πρὸς τὴν ἀγγελίαν συγκλονηθέντα σπασμῷ τὸ σῶμα καὶ τὼ μηρὼ πατάξαντα ταῖν χεροῖν φάναι “ἕως ἄρτι ὧδε ἦν ἡ Ῥώμη. πῶς οὖν ἐά- λω;” συνέντα δὲ τὸν ἀγγελέα, καὶ μέγα στενάξαντα, εἰπεῖν ὡς “περὶ τῆς πόλεως λέγω καὶ οὐ περὶ τῆς ὄρνιθος.” ἦν γὰρ τῷ βασιλεῖ τούτῳ ἀλεκτορὶς ὑπερμεγέθης, ᾗ ἐγεγήθει, ἣν ὠνόμαζε Ῥώμην, δι’ ἣν καὶ ἀνῴ μωξεν, ἐκείνην νομίσας ἑαλωκέναι. ὑδέρῳ δὲ περιπεπτωκὼς πτωκὼς ὁ Ὁνώριος θνήσκει, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ δυσκλεῶς ἐκ τούτων τριάκοντα. Ἰωάννης δέ τις τυραννήσας ἐν Ῥώμῃ τὴν ἐκείνου ἀδελφὴν Πλακιδίαν μετὰ τῶν δύο τέκνων αὐτῆς, Οὐαλεντινιανοῦ τε καὶ Ὁνωριάδος, ἐκεῖθεν ἐξήλασεν.