Ancient Greek
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.7.1
Not analysed yet
Τῷ μέντοι δεκάτῳ ἔτει τῆς ἀρχῆς Ἰουστινιανοῦ τοῦ πατριάρχου Ἐπιφανίου θανόντος ὁ Τραπεζοῦντος Ἄνθιμος εἰς τὸν ἱερατικὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετατίθεται. οὗτος ὁ βασιλεὺς καὶ κατὰ τῶν ἀνδρομανῶν πολὺς ἔπνευσε, καὶ πλείστους διὰ ταύτην τὴν αἰτίαν ἐκόλασε, τὴν αἰδῶ τούτων ἐκτέμνων. καὶ πρὸς τὸν ἐρόμενον διὰ τί ταύτῃ τοὺς ἀρρενοφθόρους κολάζεις; ἔφη “εἰ δ’ ἄρα ἱεροσυλήκασιν, οὐκ ἂν τὴν χεῖρα τούτων ἀπέτεμον”; οὗτος καὶ τὸν μέγαν ἐν τῇ Πηγῇ ναὸν τῆς Θεοτόκου ἀνήγειρε καὶ τὸ τῶν σεπτῶν μαρτύρων ἱερὸν Σεργίου καὶ Βάκχου καὶ ἄλλας οἰκοδομὰς πολλὰς ἐποιήσατο, καὶ γέφυραν ἔκτισε κατὰ τὸν Σάγγαριν ποταμόν, ἐν ᾗ καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε· καὶ σὺ μεθ’ ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθείς, οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ, ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής, κεῖσαι λαινέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. καὶ ἡ βασιλὶς Θεοδώρα τότε τὸν τῶν ἀγίων Ἀποστόλων περιώνυμον ναὸν ἐδομήσατο. ἦν μὲν γὰρ καὶ πρῴην τοῖς Ἀποστόλοις ἐκεῖσε ναός, παρὰ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου δεδομημένος, οὐχ οἷος δὲ ὁ νῦν ἐστι, πολλῷ δὲ τούτου καὶ πρὸς κάλλος καὶ πρὸς ὄγκον λειπόμενος. Ὁνωρίου δέ ποτε τῆς πρεσβυτέρας βασιλεύοντος Ῥώμης, μεταναστὰν τὸ τῶν Οὐανδήλων ἔθνος καὶ εἰς Ἱσπανίαν ἐλθόν, κἀκεῖθεν εἰς Λιβύην περαιωθέν, σὺν τῷ οἰκείῳ ῥηγὶ Γονδιγίσγλῳ κατέσχε ταύτην. ἐφ’ υἱοῖς δὲ δυσὶ τούτου θανόντος, ὧν ἅτερος Γόνδαρις, ὁ δὲ λοιπὸς ἐκαλεῖτο Γιζἐριχος, εἰς μόνον τὸν Γιζἐρι- χον ἡ ἀρχὴ περιέστη, τοῦ Γόνδαρι τελευτήσαντος. οὗτος οὖν ὁ Γιζέριχος τήν τε Καρτάγεναν παρειλήφει καὶ τὴν Ῥώμην αὐτήν, καὶ ἐπὶ τριάκοντα καὶ ἐννέα τῶν Οὐανδήλων ἡγεμονεύσας ἐνιαυτοὺς ἀπέτισε τὸ χρεών. ὃν Ὁνώριχος ὁ υἱὸς διεδέξατο, ὑφ’ οὗ πλεῖστα δεινὰ τοῖς ὀρθοδόξοις ἐπήχθησαν, ἀρειανίζειν πάντας καταναγκάζοντος. ὃς ἐπ’ ἔτη ἄρξας ὀκτὼ ἐπὶ διαδόχῳ Γουνδαμούνδῳ τῷ υἱωνῷ τελευτᾷ. καὶ οὗτος δὲ βαρὺς τοῖς ὀρθοδόξοις γενόμενος, κατέλυσε τὴν ζωὴν ἐπὶ ἐνιαυτοὺς τὴν ἀρχὴν κατασχὼν δυοκαίδεκα. εἶτα Τρασαμοῦνδος τῶν Οὐανδήλων γέγονεν ἡγεμών, καὶ οὗτος Ἀρειανός, οὐ κολάζων τοὺς ὀρθοδόξους, μόνον μέντοι ἀποστρεφόμενος, καὶ τούτου δὲ ἔτη εἴκοσι καὶ ἑπτὰ διαγαγόντος ἐν τῇ ἀρχῇ καὶ τὸ βιώσιμον ἐκμετρήσαντος εἰς Ἰλδέριχον ἡ ἡγεμονία μετέπεσεν) ὃς Γιζερίχου ἦν υἱωνὸς ἐξ Ὁνωρίχου τοῦ ἐκείνου παιδός. οὔτε δὲ χριστιανοῖς χαλεπῶς προσεφέρετο καὶ πᾶσι πρᾷος ἐτύγχανεν, ἅτε καὶ μαλθακοῦ τυχὼν ἤθους ἐκ φύσεως, ὅθεν ἦν καὶ πρὸς πολέμους νωθέστερος. οὗτος δὴ ὁ Ἰλδέριχος συνήθης γέγονε τῷ Ἰουστινιανῷ ἔτι ἰδιωτεύοντι. Γελίμερ δέ τις ὁμογενὴς Ἰλδερίχου, ἀνὴρ κακοήθης, δραστήριος δὲ καὶ νεωτερίσαι δεινότατος, ἐπέθετο τυραννίδι· καὶ τὸν οἰκεῖον κατασχὼν δεσπότην εἱρκτῇ παραδίδωσι καὶ τοὺς ὅσοι ἐκείνῳ ᾠκείωντο. ἀποτριβόμενος δ’ οἷον τὸ τῆς τυραννίδος αἰτίαμα, γράφει πρὸς Ἰουστινιανὸν ὡς οὐ τῆς ἀρχῆς ἐρῶν ταύτης ἐδράξατο, ἀλλ’ ὅτι Ἰλδέριχος ἀποπεφύκει πρὸς τὴν ταύτης διοίκησιν. ὁ δὲ βασιλεὺς ἀντε- B πέστειλε τῷ Γελίμερι ὡς οὐκ ἀνέξεται, εἰ μὴ τῷ τυραννηθέντι μὲν βοηθήσει, τὸν δὲ τυραννήσαντα τιμωρήσεται. διὸ τὸν πατρίκιον Βελισάριον ἐκ τῆς ἑῴας μεταστειλάμενος, ἐκεῖ γὰρ ἦν ὁ ἀνὴρ τοῖς Πέρσαις μαχόμενος, εἰς Λιβύην μετὰ χειρὸς βαρείας καὶ στόλου πέμπει πολλοῦ, ταῖς δυνάμεσιν ἀπάσαις ἐπιστήσας αὐτὸν ἀρχιστράτηγον αὐτοκράτορα, ᾧ καὶ ὁ Καισαρεὺς συμπαρωμάρτει Προκόπιος, ὃς τὰ περὶ τῶν ἐκεῖ πολέμων ἱστόρησε πλατυκώτερον. καταπλεύσας οὖν εἰς Λιβύην ὁ Βελισάριος χάρακα βάλλεται. ὁ δὲ Γελίμερ τοῦτο μαθών, ἐντέλλεται τῷ ἀδελφῷ Ἀματᾷ τόν τε Ἰλδέριχον καὶ τοὺς αὐτοῦ συγγενεῖς, οὓς ἐμφρούρους κατεῖχεν, αὐτίκα κτεῖναι. καὶ οἶ μὲν ἀνῄρηντο. Γελίμερ δὲ συμβαλὼν τῷ Βελισαρίῳ καὶ τραπεὶς τῆς τε Καρχηδόνος ἐξέπεσε καὶ τῶν ἄλλων καὶ πάσης τῆς Λιβύης ἐκράτησε Βελισάριος καὶ τῇ βασιλείᾳ Ῥωμαίων ὑπέταξεν, ἐνενήκοντα καὶ πέντε ἐνιαυτοὺς τῶν Οὐανδήλων κυριευσάντων αὐτῆς. συνέσχε δὲ ζωὸν καὶ αὐτὸν τὸν Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις αὐτοῦ. λέγεται δὲ πολιορκουμένῳ αὐτῷ μετὰ τῶν οἰκείων ἐν χώρᾳ λυπρᾷ τῇ τῶν Μαυρουσίων ἐπιλεῖψαι τὰ ζωαρκῆ, τὸν δὲ ἐπιστεῖλαι τῷ ταγματάρχῃ, ὃν ὁ Βελισάριος τῇ πολιορκίᾳ ἐπέστησεν, ἀξιοῦντα στεῖλαί οἶ ἄρτον ἔνα καὶ κιθάραν καὶ σπόγγον. καὶ ὃς συνιδεῖν οὐκ ἔχων ὅτου χάριν αἰτοῦνται παρὰ τοῦ Γελίμερος τὰ αἰτούμενα, τὸν τῆς γραφὴς ἠρώτησε κομιστήν· ὁ δὲ τὸν μὲν ἄρτον εἶπεν αἰτεῖν ἐπιθυμῶν τοῦτον ἰδεῖν, ἐπεὶ μὴ εἶδεν ἐξότου τῆς Καρχηδόνος ἐκπέπτωκε, τῶν βαρβάρων, παρ’ οἶς ἦν, κακοβίων ὄντων, τὸν δὲ σπόγγον, ἵνα τούτῳ τῶν ὀμμάτων ἐκμάσσῃ τὰ δάκρυα, τὴν δὲ κιθάραν, ἔνα ταύτῃ τὰς οἰκείας συμφορὰς ἀποκλαύσηται. ἑαυτὸν δὲ ὅμως παραδοὺς τοῖς πο- Προκόπιος] In bello Vandalico. λιορκοῦσι μετὰ τῶν συνόντων ἤχθη πρὸς Βελισάριον, καὶ ἐγέλα πρὸς αὐτὸν εἰσαγόμενος, ὡς τοῖς ὁρῶσιν ἐξεστηκέναι δοκεῖν αὐτὸν διὰ τὴν τοῦ πάθους ὑπερβολήν. ἦν δ᾿ ἑτεροῖόν τι τὸ γινόμενον. ἀναλογιζόμενος γὰρ εἰς οἵαν τύχην ἐξ οἵας κατήντησε, καὶ γέλωτος ἄξια κεκρικὼς τὰ ἀνθρώπινα, ἐγέλα ταῦτα. Βελισάριος δὲ καὶ αὐτὸν καὶ τοὺς τῶν Οὐανδήλων ἄρχοντας ἐντίμως ἐφύλαττε, κομισθησομένους τῷ βασιλεῖ. παρειλήφει δὲ καὶ Σικελίαν καὶ τὴν Σαρδώ, νῆσος δὲ καὶ αὐτή, καὶ τὰ μέχρι Γαδείρων ὑφ᾿ ἑαυτὸν ἐποιήσατο, καὶ οὕτως ἐπανῆλθεν εἰς τὸ Βυζάντιον καὶ τιμῆς μεγάλης παρὰ τοῦ βασιλέως ἠξίωτο, ἄγων αὐτόν τε τὸν Γελίμερα σὺν γυναικὶ καὶ τέκνοις καὶ συγγενέσι καὶ πᾶσαν τὴν θεραπείαν αὐτοῦ. εἶτα καὶ θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε, τελουμένῃς ἁμίλλης ἵππων ἐν τῷ θεάτρῳ, αὐτοῦ τε τοῦ κρατοῦντος, ὡς ἔθος, προκαθημένου καὶ τῆς γερουσίας παρούσης καὶ τοῦ δήμου παντός. καὶ προῄει μὲν ἐκ τῆς τῶν ἵππων ἀφετηρίας ὁ ἀρχιστράτηγος τῆς πορφυρίδος τοῦ Γελίμερος παρεπομένου ἐχόμενος τῇ χειρί· συμπαρωμάρτουν δ᾿ αὐτῷ καὶ οἱ τῶν τάξεων στρατηγοὶ καὶ ταγματάρχαι καὶ λοχαγοὶ καὶ οἱ τοῦ Γελίμερος συγγενεῖς. ἤδη δ᾿ ἐφθακὼς ἔναντι τοῦ κρατοῦντος ὁ Βελισάριος πείθει τὸν Γελίμερα εἰς τοὔδαφος καταβαλεῖν ἑαυτὸν καὶ οὕτως ἀπονειῖμαι τῷ βασιλεῖ τὴν προσκύνησιν. ὁ δ᾿ ἐποίει τὸ προσταττόμενον, καταχεόμενος δάκρυσι. καὶ αὐτὸς δὲ ὁ Βελισάριος προσούδισεν ἑαυτόν, ἐνδεικνύμενος τῷ Γελίμερι ὅτι οὐχ ὡς αἰχμάλωτος ἐκεῖνος τοῦτο ποιῆσαι ἀπῄτητο, ἀλλ᾿ ὅτι οὕτω νενόμισται προσκυνεῖσθαι τῶν Ῥωμαίων τοὺς βασιλεῖς, καὶ οἱονεὶ κουφίζων αὐτῷ τὸ δυστύχημα. καὶ τὴν ἴσην δὲ τῇ βα- σιλίσσῃ προσκύνησιν ἀπονείμαντα τὸν Γελίμερα καταγωγὴ δέχεται λαμπρὰ καὶ θεραπεία βασιλικὴ προετοιμασθεῖσα αὐτῷ. μεθ’ ἡμέρας δέ τινας αὖθις ἱππηλασίας ἀγομένης κατὰ τὸ θέατρον, τὰ λάφυρα τοῦ πολέμου διὰ μέσης τῆς πόλεως κομιζόμενα εἰσήγοντο εἰς τὸ Στάδιον, ἀκόντια καὶ θρόνοι καὶ φορεῖα καταστεγῆ γυναικεῖα, χρυσοῦ τὰ πάντα πεποιημένα καὶ λίθοις τιμαλφέσιν ἐπικοσμούμενα, καὶ κλίνη ὁμοία καὶ χρυσόπαστοι τάπητες καὶ σκεύη τὰ ταῖς τραπέξαις ὑπηρετούμενα, τὰ μὲν ἐκ χρυσοῦ εἰργασμένα, τὰ δ’ ἐξ ἀργύρου πεποιημένα, καὶ ἐκπώματα χρύσεα τε καὶ λιθοκόλλητα καὶ ἁλουργεῖς ἐσθῆτες καὶ πέπλοι παρόμοιοι καὶ βασίλειοι στέφανοι καὶ κόσμοι γυναικῶν διάλιθοί τε καὶ περιμάργαροι καὶ ἄλλα πλεῖστα καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντα, καὶ ἐπὶ πᾶσι λάρνακες ἑπτὰ χρυσίου μεσταὶ καὶ βίβλοι τῶν θείων εὐαγγελίων, χρυσῷ περιλαμπόμεναι πάντοθεν καὶ λίθων παντοίοις γένεσι ποικιλλόμεναι. τὰ μὲν οὖν τοῦ θριάμβου ἦσαν ἐν τούτοις. Βελισάριος δὲ καὶ ὑπατείας ἠξίωτο.