Ancient Greek · ~17 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.11.1
Not analysed yet
Ὁ δ’ εἶς τῶν τοῦ βασιλέως υἱῶν ὁ Κωνσταντῖνος, ὃν καὶ μᾶλλον τῶν ἄλλων ἐφίλει, νοσήσας ἐξέλιπε, καὶ ὁ αὐτοκράτωρ βαρέως τὸν ἐκείνου ἤνεγκε θάνατον καὶ ἦν ἀπαράκλητος, καὶ ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. ἦν δέ τις μοναχὸς Θεόδω- ρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον· οὗτος βασιλεῖ προσῳκείωτο ,εἰς ἄκρον ἐναρέτου βίου αὐτὸν ἐφθακέναι πιστεύοντι, ὡς ἐντεῦθεν καὶ σημεῖα ἐργάζεσθαι· οὗτος τοίνυν ὁ Σανταβαρηνός, ὃς καὶ τῆς μητροπόλεως Εὐχαΐτων ἐχρημάτισε πρόεδρος, λέγεται δεῖξαι τῷ βασιλεῖ τὸν τεθνηκότα υἱὸν αὐτοῦ ζῶντα δῆθεν. ἐν γὰρ λόχμη τινὶ φαντάσαι τὸν Κωνσταντῖνον ἔφιππον τῷ οἰκείῳ συναντῆσαι πατρί· ᾧ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλῆσαι, οὐκέτι τοῦτον ἑώρακε. καὶ ἄλλα δὲ τοιαῦτα ποιήσας ὁ Σανταβαρηνός, καὶ τούτοις ἐκπλήξας τὸν βασιλέα, ὅλον εἰς ἑαυτὸν περιήγαγεν, ὡς πίστιν εἰς αὐτὸν κεκτῆσθαι καὶ κατὰ μηδὲν αὐτῷ ἀπιστεῖν. καὶ ὁ μὲν βασιλεὺς οὕτω διέκειτο πρὸς τὸν Σανταβαρηνόν. ὁ δὲ Λέων ὁ δεύτερος τῶν τοῦ βασιλέως υἱῶν, ἤδη νεανίας γενόμενος καὶ γυναικὶ συζυγεὶς τῇ θυγατρὶ τοῦ Μαρτινακίου καὶ ἀναρρηθεὶς βασιλεὺς παρὰ τοῦ πατρὸς αὐτοῦ, τῷ Σανταβαρηνῷ οὐκ ἠρέσκετο, ἀλλὰ φαρμακὸν ἀπεκάλει καὶ γόητα καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. τούτοις ἐκεῖνος ὥς τισι κέντροις πληττόμενος εἰς ἄμυναν διανίσταται. καὶ πλασάμενος εὔνοιαν πρὸς τὸν Λέοντα ‘‘νεανίαν ὄντα σε” λέγει ‘‘ὦ βασιλεῦ, καὶ τῷ πατρὶ συνθηρῶντα καὶ συνιππεύοντα δεῖ σε καὶ ἐγχειρίδιον ἐπιφέρεσθαι, ἵνα τούτῳ καὶ κατὰ θηρίου χρήσῃ ὁπότε δέοι καὶ τῷ πατρί σου ἴσως ὀρέξῃ κατὰ καιρὸν ἢ τυχὸν καὶ ἐπιβουλεύοντας ἀμυνῇ.” ὁ δὲ μὴ φωράσας τὸν δόλον, ξιφίδιον ἔνδον φέρειν τοῦ ὑποδήματος ἐπείσθη κατὰ τὴν συμβουλήν. τούτῳ τοίνυν τῷ ξιφιδίῳ ὁ Σανταβαρηνὸς κατὰ τοῦ Λέοντος χρᾶται εἰς ἄμυναν, καὶ τῷ βασιλεῖ “ἐπιβουλεύει σοι’’ φησίν “ὁ υἱός σου, καὶ τούτου δεῖγμα τὸ φέρειν, ὅτε σοι συνθηρᾷ, κεκρυμμένον ξιφίδιον.” ἐξῆλθεν οὖν εἰς κυνηγέσιον ὁ Βασίλειος καὶ ὁ Λέων παρείπετο τῷ πατρί, εὑρέθη τὸ ἐγχειρίδιον κεκρυμμένον ὑπὸ τὸ πέδιλον. ἔδοξεν ἀληθεύειν ὁ κατειπών. ἀπολογούμενος ὁ κατηγορούμενος οὐ προσίετο ,ἐξώργιστο κατὰ τοῦ υἱοῦ ὁ πατήρ, ἐγκλείει τοῦτον τῶν βασιλικῶν θαλάμων ἑνὶ καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα, ὡς δέ τινες ἱστοροῦσι, καὶ τὰ ὄμματα τῷ υἱῷ πηρῶσαι διεμελέτα, παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τοῦτο ἐρεθιζόμενος· καὶ ἔργον ἂν ἐγένετο τὸ μελέτημα, εἰ μὴ ὁ πατριάρχης καὶ τῆς συγκλήτου οἶ προύχοντες πολλὰ δεηθέντες τοῦ βουλεύματος τὸν βασιλέα μετέστησαν. τέως δ’ οὖν ἐπέμενεν ἡ ὀργή, καὶ ὁ Λέων ἔμφρουρος ἦν, καὶ χρόνος ἐτρίβη συχνός, συνευωχεῖτο δ’ ὁ βασιλεὺς τῶν τῆς συγκλήτου τισί· τοῦτο δὲ κατὰ καιροὺς ὡρισμένους ἐκ συνηθείας ἐγίνετο παλαιᾶς. ἦν δ’ ἐν τῷ οἴκῳ, καθ’ ὃν ἐγίνετο τὸ συμπόσιον, ζῷον ἐν κλωβῷ ᾐωρημένον τῶν μιμηλῶν, καλούμενον ψιττακός· τοῦτό τινος ὀδυρομένου καὶ ἀνακαλουμένου τὸν Λέοντα συνεχῶς ἀκοῦον ἐμιμήσατο τὴν φωνὴν καὶ ‘‘Λέον Λέον” ἐβόα πυκνά. τὰς γοῦν φωνὰς ταύτας τοῦ ὄρνιθος οἶ τῷ βασιλεῖ συνεστιώμενοι λαβὴν εὑρόντες τῆς ὑπὲρ τοῦ Λέοντος παρακλήσεως ἀνέστησάν τε τοῦ συμποσίου καὶ δακρύων πλησθέντες “εἶτα” φασίν “οὐκ εἰς κατηγορίαν ἔσται ἡμῖν τὸ ζῷον τοῦτο, ὦ βασιλεῦ, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τῆς μετὰ τοῦ κράτους σου πανδαισίας ἐπαπολαύοντες ἀμνημονοῦμεν ἐκείνου, ἐπὶ χρόνον ἤδη καθειργμένου πολύν. ἄνες, δέσποτα, τὴν κατ’ ἐκείνου ὀργὴν καὶ λῦσον αὐτῷ τὴν φρουρὰν καὶ πρόσβλεψον εὐμενὲς ἡ μᾶλλον πρόσιδε ὡς πατήρ.” τούτοις ὁ βασιλεὺς ἐχάλασε τὴν κατὰ τοῦ υἱέος ὀργήν, καί οἶ ἐσπείσατο καὶ τὴν τιμὴν ἀπέδωκε τὴν βασίλειον. εἰς θήραν δὲ ἀπελθὼν ἐλάφῳ ἐντυγχάνει τὸ μέγεθος ὑπερφυεῖ καὶ εἰς ὕψος ἠρμένα κέρατα φέροντι, καὶ τοῦτον ἐδίωκε, καὶ πλησιάσας αὐτῷ ἦρε τὴν χεῖρα ξιφήρη πλῆξαι τὸ ζῷον βουλόμενος. τὸ δὲ τοῖς κέρασιν ἠμύνετο τὸν διώκοντα, καί τινος τῶν αὐτοῖς παραφυομένων ὄζων ἐμβληθέντος τῇ ζώνῃ τοῦ βασιλέως μετέωρος ἐκεῖνος ἐφέρετο ,ᾐωρημένος τοῦ ζῴου τοῖς κέρασι· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις φθάσας καὶ ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο, ᾧ καὶ σῶστρα καλὰ δέδωκεν ὁ ὑπ’ ἐκείνου σωθεὶς τὴν τῆς κεφαλῆς ἐκτομήν ,καὶ ἡ σκῆψις ὡς εὐπρεπής, ὅτι ξίφος, ἔφη, ἐπὶ βασιλέα γυμνώσειε, μὴ λογισάμενος ὅτι ὑπὲρ βασιλέως ἦρκε τὸ ξίφος ὁ ἄνθρωπος καὶ ἀμοιβῆς μᾶλλον ἦν ἄξιος καὶ δωρημάτων βασιλικῶν. καὶ ὁ μὲν οὕτως ἀπώνατο τῆς ὑπὲρ τοῦ βασιλέως σπουδῆς. ὁ δὲ πληγεὶς καὶ τὸ σῶμα τῷ κέρατι καὶ περιδινηθεὶς τὰ σπλάγχνα, ἐπεβίω μέν, ἀλλ’ οὐκ εἰς μακρόν· ἀπεβίω δ’ ἐντεῦθεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἔν, αὐταρχήσας δ’ ἐννεακαίδεκα, τῷ υἱῷ Λέοντι τὴν βασιλείαν λιπών, ὄντι πρεσβυτέρῳ τῶν περιόντων υἱῶν.