Ancient Greek · ~18 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.12.1
Not analysed yet
Αὐτοκράτωρ δὲ γεγονὼς ὁ Λέων αὐτίκα πρὸς ἄμυναν διανέστη τοῦ Σανταβαρηνοῦ. ὑποπτεύων δὲ ὡς ἀντιλήψεται τούτου ὁ πατριάρχης Φώτιος, φιλίως πρὸς αὐτὸν διακείμενος, αἰτίας πλάττει κατὰ τοῦ πατριάρχου, καὶ ἐξωθεῖ τῆς ἐκκλησίας αὐτόν, καὶ ἐν τῇ τῶν Ἀρμενιακῶν περιορίζει μονῇ, πατριάρχην δὲ Στέφανον προεχειρίσατο ,τὸν οἰκεῖον ὁμαίμονα, καὶ ὅτι μὴ ἦν Ἡρακλείας ἀρχιερεύς, ὑπὸ τοῦ πρωτοθρόνου κεχειροτόνητο. ἀχθῆναι δ’ ἐξ Εὐχαΐτων ἐκέλευσε τὸν Σανταβαρηνόν· τῆς ἐκεῖ γὰρ ἐκ- κλησίας προήδρευε. πέμψας δὲ εἰς τήν ἐν Χρυσο- πόλει μονὴν τοῦ Φιλιππικοῦ, ὅπου ὁ βασιλεὺς Μιχαὴλ ἐτέθαπτο, ἐξάγει τὸ σῶμα τούτου ἐκ σοροῦ, καὶ μετὰ προπομπῆς πολλῆς καὶ βασιλείου τιμῆς εἰς τὸν τῶν ἀγίων Ἀποστόλων ναὸν κατατίθησιν ἐν λάρνακι μαρμαρίνῃ, καὶ τῶν ἀδελφῶν αὐτοῦ παρόντων ἐπὶ τῇ προπομπῇ, τοῦ τε Ἀλεξάνδρου καὶ τοῦ πατριάρχου. τῇ δὲ τοῦ Ζαούτζη θυγατρὶ συμφθειρόμενος ἔτι ζώσης Θεοφανοῦς τῆς αὐτοῦ γαμετῆς τὸν πατέρα ταύτης μάγιστρον ἐτίμησε καὶ λογοθέτην τοῦ δρόμου, μετέπειτα μέντοι καὶ βασιλεοπάτορα, αὐτὸς τὸ ὄνομα ἐφευρών. ἐξ ἐμπρησμοῦ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ πυρποληθέντος, ὁ βασιλεὺς οὗτος αὐτὸν ἀνεκαίνισεν. ἤδη δὲ καὶ ὁ Σανταβαρηνὸς ἤχθη καὶ εἰς τὰ ἐν ταῖς Πηγαῖς ἐφρουρεῖτο βασίλεια, ἔνθα πέμψας ὁ βασιλεὺς καὶ ἀφειδῶς αὐτὸν αἰκισάμενος, ἐν Ἀθήναις ὑπερόριον ἔθετο. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πέμψας ἐκεῖ ἐξέκοψε τὰ ὄμματα μετὰ δὲ πλείους ἐνιαυτοὺς τῆς ὑπερ- ορίας τε τὸν ἄνθρωπον ἐπανήγαγε καὶ προνοίας ἠξίωσε. ὁ δὲ Λογγιβαρδίας δοὺξ Ἁγίων, τοῦ ῥῆγός Φραγγίας τυγχάνων γαμβρός, ἐπεὶ τὸν θάνατον τοῦ Βασιλείου ἐπύθετο, τὰς πρὸς Ῥωμαίους συνθήκας ἠθέτησε καὶ τήν χώραν ἅπασαν ᾠκειώσατο. διὸ τὸν ἐπὶ τῆς τραπέζης ἔπεμψεν ὁ βασιλεὺς κατ’ αὐτοῦ μετὰ τῶν δυτικῶν ταγμάτων, ὃς συμμίξας αὐτῷ ἡττήθη· καὶ πάντας σχεδὸν οὓς ἐπήγετο ἀπεβάλετο, μόλις αὐτὸς διαδράς. τοῦ δὲ πατριάρχου Στεφάνου ἐκλελοιπότος Ἀντώνιος προκεχείριστο πατριάρχης, ὃς Καυλέας ὠνόμαστο. τῶν δὲ Βουλγάρων ἐνσπόνδων ὄντων καὶ ἐμπορίας ποιουμένων μετὰ 'Ρωμαίων, οἱ τοῖς τελωνήμασιν ἐφεστῶτες ἄδικα αὐτοὺς εἰσέ— πρᾶττον τέλη. τοῦτο τῷ αὐτῶν ἄρχοντι Συμεὼν λαβὰς ζητοῦντι τοῦ κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι εἰς πρόφασιν ἤρκεσε. καὶ μέντοι καὶ ἤρατο, καὶ Ῥωμαϊκὸν αὐτῷ ἀνθοπλισάμενον στράτευμα καὶ πολλοὶ μὲν ἔπεσον τῶν Ῥωμαίων καὶ ὁ αὐτός· πολλοὶ δ’ ἑάλωσαν, ὧν τὰς ῥῖνας ὁ Συμεὼν ἐκτεμὼν ἐπανελθεῖν ἀφῆκε πρὸς τὸ Βυζάντιον. τούτοις περιαλγήσας ὁ βασιλεύς, δώροις τοὺς Τούρκους ἔπεισε τοὺς περὶ τὸν Ἴστρον, οἱ καὶ Οὖγγροι καλοῦνται, τοῖς Βουλγάροις ἐπεξελθεῖν καὶ ὅση δύναμις κακῶσαι αὐτούς, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε θαλάσσης καὶ διὰ γῆς ἡτοίμαστο ὅπλα κινῆσαι κατὰ τῶν Βουλγάρων, τῷ πατρικίῳ Νικη- φόρῳ τῷ Φωκᾷ τὸν κατ’ αὐτῶν ἀναθέμενος πόλεμον, δομέστικον τῶν σχολῶν αὐτὸν προβαλόμενος. πρὸ τοῦ πολέμου δὲ τὸν κοιαίστωρα στέλλει ὁ αὐτοκράτωρ πρὸς Συμεὼν περὶ εἰρήνης πρεσβεύσοντα. ὁ δὲ βάρβαρος δόλῳ τοῦτον ὑποτοπήσας ἐλθεῖν κα- θείργνυσι καὶ δεσμεῖ καὶ τῷ Φωκᾷ ἀντεμάχετο. ἐκείνου δὲ περὶ τοῦτον ἀσχολουμένου οἱ Οὖγγροι τὴν χώραν αὐτοῦ ἐληίσαντο. διὸ τὸν Φωκᾶν λιπὼν κατ’ ἐκείνων ἐξώρμησε, καὶ συμβαλὼν αὐτοῖς ἥττητο, πολλῶν μὲν σφαγέντων Βουλγάρων, πλειόνων δ’ ἁλόντων, αὐτοῦ δὲ τοῦ Συμεὼν μόλις ἐν Δοροστόλῳ φυγόντος· τοῦτο δ’ ἡ Δρίστρα ἐστί. τοὺς δ’ αἰχμαλώτους Βουλγάρους ὁ βασιλεὺς παρὰ Οὔγγρων ἐπρίατο καὶ ὁ Συμεὼν περὶ εἰρήνης ἱκέτευε. καὶ πιστεύσας τοῖς λόγοις ἐκείνου ὁ βασιλεὺς τὸν Χοιροσφάκτην ἀπέστειλε σπονδὰς ποιησόμενον, ὃν ὁ βάρβαρος κατέσχε τε καὶ ἐδέσμησεν. αὐτὸς δὲ τοῖς Τούρκοις ἐπῆλθε, καὶ ἐτρέψατό τε αὐτοὺς τῇ χώρᾳ σφῶν ἐλυμήνατο. εἶτα ἐπέστειλε τῷ Λέοντι μὴ ἄν ποτε σπείσασθαι, εἰ μὴ τοὺς αἰχμαλώτους Βουλγάρους λήψοιτο πρότερον· καὶ τούτους λαβὼν οὐκ ἐσπείσατο. ὁ γοῦν βασιλεὺς τοῖς τ’ δ’ τάγμασι τοῖς ἑῴοις καἰ τοῖς ἑσπερίοις ὁμοῦ συνελθοῦσι κατὰ τῶν Βουλγάρων ἐχρήσατο, ἀλλ’ ἡττήθησαν ἅπαντα τῷ Συμεὼν προσβαλόντα. καὶ τὰ μὲν τῶν Βουλγάρων τοῦτον εἶχε τὸν τρόπον. ὁ δὲ βασιλεὺς έν ἀγροῖς τισι τῇ τοῦ Ζαούτζη συνὼν θυγατρὶ τῇ Ζωῇ ἐπεβουλεύθη παρά τινων. αἰσθομένης δὲ τῆς Ζωῆς ἐκ θροῦ τὴν ἐπιβουλὴν καὶ διυπνισάσης τὸν βασιλέα κοιμώμενον, αὐτίκα ἐκεῖνος ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ οὕτω διέφυγε τὴν ἐπιβουλήν. ἄρτι δὲ τῆς βασιλίδος θανούσης Θεοφανοῦς τὴν εἰρημένην Ζωὴν ὁ βασιλεὺς Αὐγούσταν ἀνηγόρευσε καὶ νόμιμον ἔθετο γαμετήν τὴν πρὶν αὐτοῦ παλλακήν, ἡ ἐπ’ ὀλίγον τῆς εὐτυχίας ἀπώνατο· ἐνιαυτὸν γὰρ ἴνα ἐπὶ μησὶν ὀκτὼ τῇ βασιλείᾳ ἐπιβιώσασα τέθνη- κεν. ἑτέρα δ’ αὖθις ἐπιβουλὴ μηνύεται τῷ βασι- λεῖ, ἣν ἐμελέτα ὁ πηκτῆς Βασίλειος, τοῦ Ζαούτζη τυγχάνων ἀνεψιός. ὃς τὸ ἀπόρρητον τῷ ἐκτομίᾳ Σαμωνᾷ ἐκοινώσατο, ὅρκοις πρότερον βεβαιώσαντι ὡς ἀνέκφορον τηρήσει τὸ λεχθησόμενον. ἦν δὲ ὁ Σαμωνᾶς ἐξ Ἀγαρηνῶν, καὶ μαθὼν τὸ κατὰ τοῦ κρατοῦντος μελέτημα, εὐθὺς ἐκφέρει πρὸς αὐτὸν τὸ μυστήριον. καὶ κατεσχέθη μὲν ὁ Βασίλειος καὶ οἶ συνίστορες τοὐ βουλεύματος, ὁ δὲ Σαμωνᾶς ἐτιμήθη πρωτοσπαθάριος καὶ ᾠκειώθη τῷ βασιλεῖ.